Gorgias of Leontîni - A: Quoted in Ancient Sources
82 [76]. GORGIAS
A. LEBEN UND LEHRE
82 A 1. PHILOSTR. V. S. I 9, 1 ff. Σικελία Γοργίαν ἐν Λεοντίνοις ἤνεγκεν, ἐς ὃν ἀναφέρειν ἡγώμεθα τὴν τῶν σοφιστῶν τέχνην ὥσπερ ἐς πατέρα˙ εἰ γὰρ τὸν [II 271. 25] Αἰσχύλον ἐνθυμηθείημεν, ὡς πολλὰ τῆι τραγωιδίαι ξυνεβάλετο ἐσθῆτί τε αὐτὴν κατασκευάσας καὶ ὀκρίβαντι ὑψηλῶι καὶ ἡρώων εἴδεσιν ἀγγέλοις τε καὶ ἐξαγγέλοις καὶ οἷς ἐπὶ σκηνῆς τε καὶ ὑπὸ σκηνῆς χρὴ πράττειν, τοῦτο ἂν εἴη καὶ ὁ Γ. τοῖς ὁμοτέχνοις. (2) ὁρμῆς τε γὰρ τοῖς σοφισταῖς ἦρξε καὶ παραδοξολογίας καὶ πνεύματος καὶ τοῦ τὰ μεγάλα μεγάλως ἑρμηνεύειν, ἀποστάσεών τε καὶ προσβολῶν, ὑφ' [II 271. 30 App.] ὧν ὁ λόγος ἡδίων ἑαυτοῦ γίγνεται καὶ σοβαρώτερος, περιεβάλλετο δὲ καὶ ποιητικὰ ὀνόματα ὑπὲρ κόσμου καὶ σεμνότητος. (3) ὡς μὲν οὖν καὶ ῥᾶιστα ἀπεσχεδίαζεν, εἴρηταί μοι κατὰ ἀρχὰς τοῦ λόγου [A 1 a], διαλεχθεὶς δὲ Ἀθήνησιν ἤδη γηράσκων εἰ μὲν ὑπὸ τῶν πολλῶν ἐθαυμάσθη, οὔπω θαῦμα, ὁ δέ, οἶμαι, καὶ τοὺς ἐλλογιμωτάτους ἀνηρτήσατο, Κριτίαν μὲν καὶ Ἀλκιβιάδην νέω ὄντε, Θουκυδίδην δὲ καὶ [II 271. 35] Περικλέα ἤδη γηράσκοντε. καὶ Ἀγάθων δὲ ὁ τῆς τραγωιδίας ποιητής, ὃν ἡ κωμωιδία σοφόν [II 272. 1] τε καὶ καλλιεπῆ οἶδε, πολλαχοῦ τῶν ἰάμβων γοργιάζει. (4) ἐμπρέπων δὲ καὶ ταῖς τῶν Ἑλλήνων πανηγύρεσι τὸν μὲν λόγον Πυθικὸν [B 9] ἀπὸ τοῦ βωμοῦ ἤχησεν, ἐφ' οὗ καὶ χρυσοῦς ἀνετέθη, ἐν τῶι τοῦ Πυθίου ἱερῶι, ὁ δὲ Ὀλυμπικὸς [ B 7-8 a] λόγος ὑπὲρ τοῦ μεγίστου αὐτῶι ἐπολιτεύθη. στασιάζουσαν [II 272. 5 App.] γὰρ τὴν Ἑλλάδα ὁρῶν ὁμονοίας ξύμβουλος αὐτοῖς ἐγένετο τρέπων ἐπὶ τοὺς βαρβάρους καὶ πείθων ἆθλα ποιεῖσθαι τῶν ὅπλων μὴ τὰς ἀλλήλων πόλεις, ἀλλὰ τὴν τῶν βαρβάρων χώραν. (5) ὁ δὲ Ἐπιτάφιος [B 6] ὃν διῆλθεν Ἀθήνησιν, εἴρηται μὲν ἐπὶ τοῖς ἐκ τῶν πολέμων πεσοῦσιν οὓς Ἀθηναῖοι δημοσίαι ξὺν ἐπαίνοις ἔθαψαν, σοφίαι δὲ ὑπερβαλλούσηι σύγκειται˙ παροξύνων τε γὰρ τοὺς [II 272. 10] Ἀθηναίους ἐπὶ Μήδους τε καὶ Πέρσας καὶ τὸν αὐτὸν νοῦν τῶι Ὀλυμπικῶι ἀγωνιζόμενος ὑπὲρ ὁμονοίας μὲν τῆς πρὸς τοὺς Ἕλληνας οὐδὲν διῆλθεν, ἐπειδὴ πρὸς Ἀθηναίους ἦν ἀρχῆς ἐρῶντας, ἣν οὐκ ἦν κτήσασθαι μὴ τὸ δραστήριον αἱρουμένους, ἐνδιέτριψε δὲ τοῖς τῶν Μηδικῶν τροπαίων ἐπαίνοις, ἐνδεικνύμενος αὐτοῖς, ὅτι 'τὰ μὲν ... θρήνους' [B 5 b]. (6) λέγεται δὲ ὁ Γ. ἐς ὀκτὼ καὶ ἑκατὸν ἐλάσας [II 272. 15] ἔτη μὴ καταλυθῆναι τὸ σῶμα ὑπὸ τοῦ γήρως, ἀλλ' ἄρτιος καταβιῶναι καὶ τὰς αἰσθήσεις ἡβῶν.
82 A 1 a. PHILOSTR. V. S. I 1 ἦρξε δὲ τῆς μὲν ἀρχαιοτέρας [näml σοφιστικῆς] Γ. ὁ Λεοντῖνος ἐν Θετταλοῖς . . . σχεδίου τε λόγου Γ. ἄρξαι [sc. δοκεῖ]˙ παρελθὼν γὰρ οὗτος ἐς τὸ Ἀθηναίων θέατρον ἐθάρρησεν εἰπεῖν 'προβάλλετε' καὶ τὸ κινδύνευμα [II 272. 20 App.] τοῦτο πρῶτος ἀνεφθέγξατο, ἐνδεικνύμενος δήπου πάντα μὲν εἰδέναι, περὶ παντὸς δ' ἂν εἰπεῖν ἐφιεὶς τῶι καιρῶι.
82 A 2. SUID. Γοργίας Χαρμαντίδου Λεοντῖνος, ῥήτωρ, μαθητὴς Ἐμπεδοκλέους, διδάσκαλος Πώλου Ἀκραγαντίνου καὶ Περικλέους καὶ Ἰσοκράτους καὶ Ἀλκιδάμαν τος τοῦ Ἐλαΐτου, ὃς αὐτοῦ καὶ τὴν σχολὴν διεδέξατο˙ ἀδελφὸς δὲ ἦν τοῦ ἰατροῦ [II 272. 25 App.] Ἡροδίκου [A 2a].
Πορφύριος δὲ αὐτὸν ἐπὶ τῆς π̅ ὀλυμπιάδος [460-457] τίθησιν˙ ἀλλὰ χρὴ νοεῖν πρεσβύτερον αὐτὸν εἶναι.
οὗτος πρῶτος τῶι ῥητορικῶι εἴδει τῆς παιδείας δύναμίν τε φραστικὴν καὶ τέχνην ἔδωκε, τροπαῖς τε καὶ μεταφοραῖς καὶ ἀλληγορίαις καὶ ὑπαλλαγαῖς καὶ [II 272. 30] καταχρήσεσι καὶ ὑπερβάσεσι καὶ ἀναδιπλώσεσι καὶ ἐπαναλήψεσι καὶ ἀποστροφαῖς καὶ παρισώσεσιν ἐχρήσατο. ἔπραττε δὲ τῶν μαθητῶν ἕκαστον μνᾶς ρ̅. ἐβίω δὲ ἔτη ρ̅θ̅, καὶ συνεγράψατο πολλά.
82 A 2 a. PLAT. Gorg. 448 B εἰ ἐτύγχανε Γοργίας ἐπιστήμων ὢν τῆς τέχνης ἧσπερ ὁ ἀδελφὸς αὐτοῦ Ἡρόδικος, τί ἂν αὐτὸν ὠνομάζομεν δικαίως;
82 A 3. DIOG. VIII 58. 59 [s. I 278, 25ff.] [II 272. 35] Empedokles καὶ ἰατρὸς ἦν καὶ ῥήτωρ ἄριστος. Γοργίαν γοῦν τὸν Λεοντῖνον αὐτοῦ γενέσθαι μαθητήν, ἄνδρα ὑπερέχοντα ἐν ῥητορικῆι καὶ Τέχνην ἀπολελοιπότα . . . τοῦτόν φησιν ὁ Σάτυρος λέγειν [fr. 12 F.H.G. III 162], ὡς αὐτὸς παρείη τῶι Ἐμπεδοκλεῖ γοητεύοντι.
82 A 4. DIOD. XII 53, 1 ff. [Archon Eukles 427] ἐπὶ δὲ τούτων κατὰ τὴν Σικελίαν [II 272. 40] Λεοντῖνοι, Χαλκιδέων μὲν ὄντες ἄποικοι, συγγενεῖς δὲ Ἀθηναίων ἔτυχον ὑπὸ Συρακοσίων πολεμούμενοι˙ πιεζόμενοι δὲ τῶι πολέμωι καὶ διὰ τὴν ὑπεροχὴν τῶν [II 273. 1] Συρακοσίων κινδυνεύοντες ἁλῶναι κατὰ κράτος ἐξέπεμψαν πρέσβεις εἰς τὰς Ἀθήνας ἀξιοῦντες τὸν δῆμον βοηθῆσαι τὴν ταχίστην καὶ τὴν πόλιν ἑαυτῶν ἐκ τῶν κινδύνων ῥύσασθαι. (2) ἦν δὲ τῶν ἀπεσταλμένων ἀρχιπρεσβευτὴς Γ. ὁ ῥήτωρ, δεινότητι [II 273. 5] λόγου πολὺ προέχων τῶν καθ' ἑαυτόν. οὗτος καὶ τέχνας ῥητορικὰς πρῶτος ἐξεῦρε καὶ κατὰ τὴν σοφιστείαν τοσοῦτο τοὺς ἄλλους ὑπερέβαλεν, ὥστε μισθὸν λαμβάνειν παρὰ τῶν μαθητῶν μνᾶς ἑκατόν. (3) οὗτος οὖν καταντήσας εἰς τὰς Ἀθήνας καὶ παραχθεὶς εἰς τὸν δῆμον διελέχθη τοῖς Ἀθηναίοις περὶ τῆς συμμαχίας καὶ τῶι ξενίζοντι τῆς λέξεως ἐξέπληξε τοὺς Ἀθηναίους ὄντας εὐφυεῖς καὶ φιλολόγους. [II 273. 10 App.] (4) πρῶτος γὰρ ἐχρήσατο τοῖς λέξεως σχηματισμοῖς περιττοτέροις καὶ τῆι φιλοτεχνίαι διαφέρουσιν, ἀντιθέτοις καὶ ἰσοκώλοις καὶ παρίσοις καὶ ὁμοιοτελεύτοις καί τισιν ἑτέροις τοιούτοις, ἃ τότε μὲν διὰ τὸ ξένον τῆς κατασκευῆς ἀποδοχῆς ἠξιοῦτο, νῦν δὲ περιεργίαν ἔχειν δοκεῖ καὶ φαίνεται καταγέλαστα πλεονάκις καὶ κατακόρως τιθέμενα. (5) τέλος δὲ πείσας τοὺς Ἀθηναίους συμμαχῆσαι τοῖς [II 273. 15 App.] Λεοντίνοις οὗτος μὲν θαυμασθεὶς ἐν ταῖς Ἀθήναις ἐπὶ τέχνηι ῥητορικῆι τὴν εἰς Λεοντίνους ἐπάνοδον ἐποιήσατο. Nach Timaios; vgl. DIONYS. d. Lys. 3 δηλοῖ δὲ τοῦτο Γ. τε ὁ Λεοντῖνος ἐν πολλοῖς πάνυ φορτικήν τε καὶ ὑπέρογκον ποιῶν τὴν κατασκευὴν καὶ 'οὐ πόρρω διθυράμβων τινῶν' [PLATO Phaedr. 238 D] ἔνια φθεγγόμενος, καὶ τῶν ἐκείνου συνουσιαστῶν οἱ περὶ Λικύμνιον καὶ Πῶλον. ἥψατο [II 273. 20 App.] δὲ καὶ τῶν Ἀθήνησι ῥητόρων ἡ ποιητική τε καὶ τροπικὴ φράσις, ὡς μὲν Τίμαιός φησι [fr. 95 FHG I 216] Γοργίου ἄρξαντος ἡνίκ' Ἀθήναζε πρεσβεύων κατεπλήξατο τοὺς ἀκούοντας τῆι δημηγορίαι, ὡς δὲ τἀληθὲς ἔχει, τὸ καὶ παλαιότερον αἰεί τι θαυμαζομένη. Vgl. Proleg. Syll. Rhet. Gr. XIV 27, 11 ff. Rabe.
82 A 5. XENOPH. An. II 6, 16ff. Πρόξενος δὲ ὁ Βοιώτιος εὐθὺς μὲν μειράκιον [II 273. 25] ὢν ἐπεθύμει γενέσθαι ἀνὴρ τὰ μεγάλα πράττειν ἱκανὸς καὶ διὰ ταύτην ἐπιθυμίαν ἔδωκε Γοργίαι ἀργύριον τῶι Λεοντίνωι.
82 A 5 a. ARISTOPH. Aves 1694
ἔστι δ' ἐν Φαναῖσι πρὸς τῆι
κλεψύδραι πανοῦργον ἐγ-
[II 273. 30] γλωττογαστόρων γένος,
οἳ θερίζουσίν τε καὶ σπεί-
ρουσι καὶ τρυγῶσι ταῖς γλώτ-
ταισι συκάζουσί τε˙
βάρβαροι δ' εἰσὶν γένος
[II 273. 35 App.] Γοργίαι τε καὶ Φίλιπποι,
κἀπὶ τῶν ἐγγλωττογαστό-
ρων ἐκείνων τῶν Φιλίππων
πανταχοῦ τῆς Ἀττικῆς ἡ
γλῶττα χωρὶς τέμνεται.
ARISTOPH. Vesp. 420 [II 273. 40]
Ἡράκλεις καὶ κέντρ' ἔχουσιν. οὐχ ὁρᾶις ὦ δέσποτα;
οἷς γ' ἀπώλεσαν Φίλιππον ἐν δίκηι τὸν Γοργίου.
82 A 6. [PLUT.]. vit. X or. p. 832 F [II 274. 1] γέγονε [Antiphon v. Rhamnus] δὲ κατὰ τὰ Περσικὰ καὶ Γοργίαν τὸν σοφιστήν, ὀλίγωι νεώτερος αὐτοῦ. Vgl. c. 41, 1a I 393, 10. G VITA PTOLEM. NEOPOL. ἐγνωρίζετο δὲ κατὰ τέλος τοῦ Πελοποννησιακοῦ πολέμου, καθ' ὃν καιρὸν καὶ Γοργίας ὁ ῥήτωρ ἦν καὶ Ζήνων ὁ Ἐλεάτης καὶ Ἡρόδοτος, ὡς ἔνιοί φασιν, ὁ ἱστορικὸς Ἁλικαρνασσεύς. /
82 A 7. PAUS. VI 17, 7ff. καὶ τὸν Λεοντῖνον Γοργίαν ἰδεῖν ἔστιν: ἀναθεῖναι δὲ [II 274. 5 App.] τὴν εἰκόνα ἐς Ὀλυμπίαν φησὶν Εὔμολπος ἀπόγονος τρίτος Δηϊκράτους συνοικήσαντος ἀδελφῆι τῆι Γοργίου˙ (8) οὗτος ὁ Γ. πατρὸς μὲν ἦν Χαρμαντίδου, λέγεται δὲ ἀνασώσασθαι μελέτην λόγων πρῶτος ἠμελημένην τε ἐς ἅπαν καὶ ἐς λήθην ὀλίγου δεῖν ἥκουσαν ἀνθρώποις. εὐδοκιμῆσαι δὲ Γοργίαν λόγων ἕνεκα ἔν τε πανηγύρει τῆι Ὀλυμπικῆι φασι καὶ ἀφικόμενον κατὰ πρεσβείαν ὁμοῦ Τεισίαι παρ' Ἀθηναίους [II 274. 10 App.] . . . (9) ἀλλά γε ἐκείνου τε ἐς πλέον τιμῆς ἀφίκετο ὁ Γ. παρὰ Ἀθηναίοις, καὶ Ἰάσων ἐν Θεσσαλίαι τυραννήσας [+ 380-70], Πολυκράτους οὐ τὰ ἔσχατα ἐνεγκαμένου διδασκαλείου τοῦ Ἀθήνησι, τούτου τοῦ ἀνδρὸς ἐπίπροσθεν αὐτὸν ὁ Ἰάσων ἐποιήσατο. βιῶναι δὲ ἔτη πέντε φασὶν ἐπὶ τοῖς ἑκατόν. PAUS. X 18, 7 [Delphi] ἐπίχρυσος δὲ εἰκὼν ἀνάθημα Γοργίου τοῦ ἐκ Λεοντίνων αὐτὸς Γ. ἐστίν [II 274. 15 App.] Vgl. ATHEN. XI 505 D: [Dio] 37, 28. CIC. de orat. III 32, 129 cui [Gorg.] tantus honos habitus est a Graecia, soli ut ex omnibus Delphis non inaurata statua, sed aurea statueretur. PLIN. N. H. XXXIII 83 hominum primus et auream statuam et solidam • LXX • [?] circiter olympiade G. Leontinus Delphis in templo posuit sibi. tantus erat docendae artis oratoriae quaestus.[II 274. 20] Vgl. II 272, 3.
82 A 8. EPIGR. 875 a p. 534 Kaibel [Anf. d. 4. Jahrh., 1876 in Olympia gefunden].
Χαρμαντίδου Γοργίας Λεοντῖνος.
a. τὴμ μὲν ἀδελφὴν Δηϊκράτης τὴγ Γοργίου ἔσχεν,
[II 274. 25] ἐκ ταύτης δ' αὐτῶι γίγνεται Ἱπποκράτης.
Ἱπποκράτους δ' Εὔμολπος, ὃς εἰκόνα τήνδ' ἀνέθηκεν
δισσῶν, παιδείας καὶ φιλίας ἕνεκα.
b. Γοργίου ἀσκῆσαι ψυχὴν ἀρετῆς ἐς ἀγῶνας
οὐδείς πω θνητῶν καλλίον' εὗρε τέχνην˙
[II 274. 30 App.] οὗ καὶ Ἀπόλλωνος γυάλοις εἰκὼν ἀνάκειται
οὐ πλούτου παράδειγμ', εὐσεβείας δὲ τρόπων.
82 A 8. a. PLATO Apol. 19 E τοῦτό γέ μοι [Sokrates] δοκεῖ καλὸν εἶναι, εἴ τις οἷός τ' εἴη παιδεύειν ἀνθρώπους ὥσπερ Γ. τε ὁ Λεοντῖνος καὶ Πρόδικος ὁ Κεῖος καὶ Ἱππίας ὁ Ἠλεῖος.
82 A 9. AEL. V. H. XII 32 [II 274. 35 App.] Ἱππίαν δὲ καὶ Γοργίαν ἐν πορφυραῖς ἐσθῆσι προϊέναι διαρρεῖ λόγος.
82 A 10. APOLLOD. [F.Gr.Hist. 244 F 33, s. oben I 278, 28] ἐννέα πρὸς τοῖς ἑκατὸν ἔτη βιῶναι. PORPHYR. s. II 272, 26 OLYMPIOD. IN PLAT. Gorg. [Neue Jahrb. Suppl. 14 (1848) ed. A. Jahn] p. 112 δεύτερον δὲ ἐροῦμεν, ὅτι ἐπὶ τῶν αὐτῶν [II 275. 1 App.] χρόνων ἦσαν, ὁ μὲν Σωκράτης ἐπὶ τῆς ο̅ζ̅ ὀλυμπιάδος τῶι γ̅ ἔτει (470/69) ὁ δὲ Ἐμπεδοκλῆς ὁ Πυθαγόρειος, ὁ διδάσκαλος Γοργίου, ἐφοίτησεν παρ' αὐτῶι. ἀμέλει καὶ γράφει ὁ Γ. Περὶ φύσεως σύγγραμμα οὐκ ἄκομψον τῆι π̅δ̅ ὀλυμπιάδι [444-1]. ὥστε κ̅η̅ ἔτεσιν ἢ ὀλίγωι πλείοσιν εἶναι πρῶτον τὸν Σωκράτη. ἄλλως [II 275. 5] τέ φησιν ἐν τῶι Θεαιτήτωι ὁ Πλάτων [183 E vgl. 28 A 5] ὅτι 'νέος ὢν κομιδῆι ἐνέτυχον Παρμενίδηι ὄντι πάνυ πρεσβύτηι καὶ εὗρον βαθύτατον ἄνδρα'. οὗτος δὲ ὁ Παρμενίδης διδάσκαλος ἐγένετο Ἐμπεδοκλέους τοῦ διδασκάλου Γοργίου. καὶ ὁ Γ. δὲ πρεσβύτερος ἦν˙ ὡς γὰρ ἱστόρηται τέθνηκεν ὢν ρ̅θ̅ ἐτῶν, ὥστε περὶ τοὺς αὐτοὺς χρόνους ἦσαν. Vgl. 82 B 2.
82 A 11. ATHEN. XII 548 CD [II 275. 10 App.] Γ. ὁ Λεοντῖνος, περὶ οὗ φησιν ὁ αὐτὸς Κλέαρχος ἐν τῶι η̅ τῶν Βίων [fr. 15 F.H.G. II 308], ὅτι διὰ τὸ σωφρόνως ζῆν σχεδὸν π̅ [?] ἔτη τῶι φρονεῖν συνεβίωσεν. καὶ ἐπεί τις αὐτὸν ἤρετο τίνι διαίτηι χρώμενος οὕτως ἐμμελῶς καὶ μετὰ αἰσθήσεως τοσοῦτον χρόνον ζήσειεν, 'οὐδὲν πώποτε, εἶπεν, ἡδονῆς ἕνεκεν πράξας'. Δημήτριος δὲ ὁ Βυζάντιος ἐν δ̅ Περὶ ποιημάτων 'Γ., φησίν, [II 275. 15 App.] ὁ Λεοντῖνος ἐρωτηθείς, τί αὐτῶι γέγονεν αἴτιον τοῦ βιῶσαι πλείω τῶν ρ̅ ἐτῶν, ἔφη 'τὸ μηδὲν πώποτε ἑτέρου [?] ἕνεκεν πεποιηκέναι'.
82 A 12. CIC. Cato 5, 12 cuius [Isokrates] magister Leontinus Gorgias centum et septem complevit annos neque umquam in suo studio atque opere cessavit. qui cum ex eo quaereretur, cur tam diu vellet esse in vita, "nihil habeo", inquit, [II 275. 20] "quod accusem senectutem".
82 A 13. PLIN. N. H. VII 156 indubitatum est Gorgian Siculum centum et octo vixisse. [LUC.] Macrob. 23 ῥητόρων δὲ Γ., ὅν τινες σοφιστὴν καλοῦσιν, ἔτη ἑκατὸν ὀκτώ˙ τροφῆς δὲ ἀποσχόμενος ἐτελεύτησεν˙ ὅν φασιν ἐρωτηθέντα τὴν αἰτίαν τοῦ μακροῦ γήρως καὶ ὑγιεινοῦ ἐν πάσαις ταῖς αἰσθήσεσιν εἰπεῖν διὰ τὸ [II 275. 25] μηδέποτε συμπεριενεχθῆναι ταῖς ἄλλων εὐωχίαις. Vgl. CENSOR. 15, 3 oben II 85, 18. G Vgl. Democritum quoque Abderiten et Isocraten rhetorem ferunt prope ad id aetatis pervenisse quo Gorgian Leontinum, quem omnium veterum maxime senem fuisse et octo supra centum annos habuisse constat. /
82 A 14. QUINTIL. III 1, 8 f. artium autem scriptores antiquissimi Corax et Tisias Siculi, quos insecutus est vir eiusdem insulae G. Leontinus, Empedoclis, ut traditur, discipulus. is beneficio longissimae aetatis (nam centum et novem vixit annos) cum multis simul floruit, ideoque et illorum, de quibus [II 275. 30 App.] supra dixi, fuit aemulus et ultra Socraten usque duravit.
82 A 15. AEL. V. H. II 35 Γ. ὁ Λεοντῖνος ἐπὶ τέρματι ὢν τοῦ βίου καὶ γεγηρακὼς εὖ μάλα ὑπό τινος ἀσθενείας καταληφθείς, κατ' ὀλίγον ἐς ὕπνον ὑπολισθαίνων ἔκειτο. ἐπεὶ δέ τις αὐτὸν παρῆλθε τῶν ἐπιτηδείων ἐπισκοπούμενος καὶ ἤρετο ὅ τι πράττοι, ὁ Γ. ἀπεκρίνατο˙ 'ἤδη με ὁ ὕπνος ἄρχεται παρακατατίθεσθαι τἀδελφῶι'.
82 A 15 a. ATHEN. XI 505 D [II 276. 1] λέγεται δὲ ὡς καὶ ὁ Γ. αὐτὸς ἀναγνοὺς τὸν ὁμώνυμον αὑτῶι διάλογον πρὸς τοὺς συνήθεις ἔφη˙ 'ὡς καλῶς οἶδε Πλάτων ἰαμβίζειν'.
82 A 16. QUINTIL. Inst. III 1, 13 his successere multi, sed clarissimus Gorgiae auditorum Isocrates. quamquam de praeceptore eius inter auctores non [II 276. 5 App.] convenit, nos tamen Aristoteli [fr. 139 R.] credimus. Vgl. A 12 .
82 A 17. [PLUT.] Vit. X or. p. 838 D [Grabmal des Isokrates, nach dem Periegeten Heliodoros] ἦν δὲ καὶ αὐτοῦ τράπεζα πλησίον, ἔχουσα ποιητάς τε καὶ τοὺς διδασκάλους αὐτοῦ, ἐν οἷς καὶ Γοργίαν εἰς σφαῖραν ἀστρολογικὴν βλέποντα αὐτόν τε τὸν Ἰσοκράτην παρεστῶτα.
82 A 18. ISOCR. 15, 155 f. [II 276. 10 App.] ὁ δὲ πλεῖστα κτησάμενος, ὧν ἡμεῖς μνημονεύομεν, Γ. ὁ Λεοντῖνος, οὗτος διατρίψας μὲν περὶ Θετταλίαν, ὅτ' εὐδαιμονέστατοι τῶν Ἑλλήνων ἧσαν, πλεῖστον δὲ χρόνον καὶ βιοὺς καὶ περὶ τὸν χρηματισμὸν τοῦτον γενόμενος, (156) πόλιν δ' οὐδεμίαν καταπαγίως οἰκήσας οὐδὲ περὶ τὰ κοινὰ δαπανηθεὶς οὐδ' εἰσφορὰν εἰσενεγκεῖν ἀναγκασθείς, ἔτι δὲ πρὸς τούτοις οὔτε γυναῖκα [II 276. 15] γήμας οὔτε παῖδας ποιησάμενος, ἀλλ' ἀτελὴς γενόμενος καὶ ταύτης τῆς ληιτουργίας τῆς ἐνδελεχεστάτης καὶ πολυτελεστάτης, τοσοῦτον προλαβὼν πρὸς τὸ πλείω κτήσασθαι τῶν ἄλλων, χιλίους μόνους στατῆρας κατέλιπεν.
82 A 19. PLATO Meno 70 AB ὦ Μένων, πρὸ τοῦ μὲν Θετταλοὶ εὐδόκιμοι ἦσαν ἐν τοῖς Ἕλλησιν καὶ ἐθαυμάζοντο ἐφ' ἱππικῆι τε καὶ πλούτωι, νῦν δέ, ὡς ἐμοὶ [II 276. 20 App.] δοκεῖ, καὶ ἐπὶ σοφίαι, καὶ οὐχ ἥκιστα οἱ τοῦ σοῦ ἑταίρου Ἀριστίππου πολῖται Λαρισαῖοι. τούτου δὲ ὑμῖν αἴτιός ἐστι Γ.˙ ἀφικόμενος γὰρ εἰς τὴν πόλιν ἐραστὰς ἐπὶ σοφίαι εἴληφεν Ἀλευαδῶν τε τοὺς πρώτους, ὧν ὁ σὸς ἐραστής ἐστιν Ἀρίστιππος, καὶ τῶν ἄλλων Θετταλῶν˙ καὶ δὴ καὶ τοῦτο τὸ ἔθος ὑμᾶς εἴθικεν ἀφόβως τε καὶ μεγαλοπρεπῶς ἀποκρίνεσθαι, ἐάν τίς τι ἔρηται, ὥσπερ εἰκὸς τοὺς εἰδότας [II 276. 25 App.] ἅτε καὶ αὐτὸς παρέχων αὑτὸν ἐρωτᾶν τῶν Ἑλλήνων τῶι βουλομένωι ὅ τι ἄν τις βούληται, καὶ οὐδενὶ ὅτωι οὐκ ἀποκρινόμενος. ARISTOT. Pol. Γ 2. 1275 b 26 [Bestimmung des Bürgerrechtes] Γ. μὲν οὖν ὁ Λεοντῖνος τὰ μὲν ἴσως ἀπορῶν τὰ δ' εἰρωνευόμενος ἔφη καθάπερ ὅλμους εἶναι τοὺς ὑπὸ τῶν ὁλμοποιῶν πεποιημένους, οὕτω καὶ Λαρισαίους τοὺς ὑπὸ τῶν δημιουργῶν πεποιημένους˙ εἶναι γάρ [II 276. 30 App.] τινας Λαρισοποιούς.
82 A 20. PLATO Gorg. 447 C [II 277. 1] βούλομαι γὰρ πυθέσθαι παρ' αὐτοῦ [G.], τίς ἡ δύναμις τῆς τέχνης τοῦ ἀνδρός, καὶ τί ἐστιν ὃ ἐπαγγέλλεταί τε καὶ διδάσκει˙ τὴν δὲ ἄλλην ἐπίδειξιν εἰς αὖθις, 'ὥσπερ σὺ λέγεις, ποιησάσθω. - Οὐδὲν οἷον τὸ αὐτὸν ἐρωτᾶν, ὦ Σώκρατες˙ καὶ γὰρ αὐτῶι ἓν τοῦτ' ἦν τῆς ἐπιδείξεως˙ ἐκέλευε γοῦν νυνδὴ ἐρωτᾶν [II 277. 5] ὅ τι τις βούλοιτο τῶν ἔνδον ὄντων, καὶ πρὸς ἅπαντα ἔφη ἀποκρινεῖσθαι. PLAT. Gorg. 449 C [G. spricht] καὶ γὰρ αὖ καὶ τοῦτο ἕν ἐστιν ὧν φημι, μηδένα ἂν ἐν βραχυτέροις ἐμοῦ τὰ αὐτὰ εἰπεῖν. - τούτου μὴν δεῖ, ὦ Γοργία˙ καί μοι ἐπίδειξιν αὐτοῦ τούτου ποίησαι, τῆς βραχυλογίας, μακρολογίας δὲ εἰς αὖθις.
82 A 21. PLATO Meno 95 C Γοργίου μάλιστα, ὦ Σώκρατες, ταῦτα ἄγαμαι, ὅτι οὐκ ἄν [II 277. 10 App.] ποτε αὐτοῦ τοῦτο ἀκούσαις ὑπισχνουμένου [διδάσκαλον εἶναι ἀρετῆς], ἀλλὰ καὶ τῶν ἄλλων καταγελᾶι, ὅταν ἀκούσηι ὑπισχνουμένων˙ ἀλλὰ λέγειν οἴεται δεῖν ποιεῖν δεινούς.
82 A 22. PLAT. Gorg. 456 B πολλάκις γὰρ ἤδη ἔγωγε μετὰ τοῦ ἀδελφοῦ [A 2] καὶ μετὰ τῶν ἄλλων ἰατρῶν εἰσελθὼν παρά τινα τῶν καμνόντων οὐχὶ ἐθέλοντα ἢ [II 277. 15 App.] φάρμακον πιεῖν ἢ τεμεῖν ἢ καῦσαι παρασχεῖν τῶι ἰατρῶι, οὐ δυναμένου τοῦ ἰατροῦ πεῖσαι, ἐγὼ ἔπεισα οὐκ ἄλληι τέχνηι ἢ τῆι ῥητορικῆι.
82 A 22 a. OLYMP. in Plat. Gorg. 46, 11 Norv. δεῖ γὰρ εἰδέναι ὅτι εἰς τὸ Ἄργος ἀπῆλθεν ὁ Γοργίας, καὶ οὕτως ἀπεχθῶς εἶχον ἐκεῖνοι πρὸς αὐτὸν ὅτι καὶ ποινῇ ὑπέβαλον τοὺς φοιτῶντας παρ' αὐτῷ.
82 A 23. ARISTOT. Rhet. Γ 3. 1406 b 14 τὸ δὲ Γοργίου εἰς τὴν χελιδόνα, ἐπεὶ κατ' αὐτοῦ πετομένη ἀφῆκε τὸ περίττωμα, ἄριστα τῶν τραγικῶν˙ εἶπε γὰρ 'αἰσχρόν γ' ὦ Φιλομήλα'. ὄρνιθι μὲν γάρ, εἰ ἐποίησεν, οὐκ αἰσχρόν, παρθένωι δὲ αἰσχρόν. εὖ οὖν [II 277. 20] ἐλοιδόρησεν εἰπὼν ὃ ἦν, ἀλλ' οὐχ ὃ ἔστιν.
82 A 24. PHILOSTR. V. S. I proem. p. 4, 4 Kays. ὁ δὴ Γ. ἐπισκώπτων τὸν Πρόδικον, ὡς ἕωλά τε καὶ πολλάκις εἰρημένα ἀγορεύοντα, ἐπαφῆκεν ἑαυτὸν τῶι καιρῶι˙ οὐ μὴν φθόνου γε ἥμαρτεν˙ ἦν γάρ τις Χαιρεφῶν Ἀθήνησιν ... οὗτος ὁ Χαιρεφῶν τὴν σπουδὴν τοῦ Γοργίου διαμασώμενος˙ 'διὰ τί, ἔφη, ὦ Γοργία, οἱ κύαμοι τὴν [II 277. 25] μὲν γαστέρα φυσῶσι, τὸ δὲ πῦρ οὐ φυσῶσι;' ὁ δὲ οὐδὲν ταραχθεὶς ὑπὸ τοῦ ἐρωτήματος 'τουτὶ μέν, ἔφη, σοὶ καταλείπω σκοπεῖν, ἐγὼ δὲ ἐκεῖνο πάλαι οἶδα, ὅτι ἡ γῆ τοὺς νάρθηκας ἐπὶ τοὺς τοιούτους φύει'.
82 A 25. PLATO Phaedr. 267 A [s. II 261, 35]. CIC. Brut. 12, 47 communes loci [80 A 26]; quod idem fecisse Gorgiam, cum singularum rerum laudes [II 277. 30] vituperationesque conscripsisset, quod iudicaret hoc oratoris esse maxime proprium rem augere posse laudando vituperandoque rursus adfligere.
82 A 26. PLAT. Phileb. 58 A ἤκουον . . . Γοργίου πολλάκις, ὡς ἡ τοῦ πείθειν πολὺ διαφέροι πασῶν τεχνῶν˙ πάντα γὰρ ὑφ' αὑτῆι δοῦλα δι' ἑκόντων, ἀλλ' οὐ διὰ βίας ποιοῖτο. CIC. de inv. 5, 2 G. Leontinus, antiquissimus fere rhetor, omnibus [II 277. 35] de rebus oratorem optime posse dicere existimavit.
82 A 27. PLATO Gorg. 450 B [G. spricht] τῶν μὲν ἄλλων τεχνῶν περὶ χειρουργίας τε καὶ τοιαύτας πράξεις ὡς ἔπος εἰπεῖν πᾶσά ἐστιν ἡ ἐπιστήμη, τῆς δὲ ῥητορικῆς οὐδέν ἐστιν τοιοῦτον χειρούργημα, ἀλλὰ πᾶσα ἡ πρᾶξις καὶ ἡ κύρωσις διὰ λόγων ἐστί. διὰ ταῦτ' ἐγὼ τὴν ῥητορικὴν τέχνην ἀξιῶ εἶναι περὶ λόγους, [II 277. 40] ὀρθῶς λέγων ὡς ἐγώ φημι. OLIMPIOD. z. d. St. p.131 Jahn. [Jahns Archiv Suppl. 14, 131] οἱ περὶ τὰς λέξεις δεινοὶ λαμβάνονται τῶν δύο λέξεων τοῦ τε [II 278. 1 App.] χειρουργήματος καὶ τῆς κυρώσεως ὡς μὴ λεγομένων˙ κατὰ ἀλήθειαν γὰρ οὐδὲ λέγονται. φαμὲν οὖν, ὅτι, ἐπειδὴ Γ. ὁ λέγων, ὡς ἀπ' ἐκείνου προφέρει τὰς λέξεις ἐγχωρίους οὔσας˙ Λεοντῖνος γὰρ ἦν.
82 A 28. PLATO Gorg. 453 A εἴ τι ἐγὼ συνίημι, [G.] λέγεις ὅτι πειθοῦς δημιουργός [II 278. 5 App.] ἐστιν ἡ ῥητορικὴ καὶ ἡ πραγματεία αὐτῆς ἅπασα καὶ τὸ κεφάλαιον εἰς τοῦτο τελευτᾶι. PLATO Gorg. 455 A. ἡ ῥητορικὴ ἄρα, ὡς ἔοικεν, πειθοῦς δημιουργός ἐστι πιστευτικῆς, ἀλλ' οὐ διδασκαλικῆς, περὶ τὸ δίκαιόν τε καὶ ἄδικον.
82 A 29. ARISTOT. Rhet. Γ 1. 1404 a 24 ἐπεὶ δ' οἱ ποιηταὶ λέγοντες εὐήθη διὰ τὴν λέξιν ἐδόκουν πορίσασθαι τήνδε τὴν δόξαν, διὰ τοῦτο ποιητικὴ πρώτη ἐγένετο [II 278. 10] λέξις οἷον ἡ Γοργίου. καὶ νῦν ἔτι οἱ πολλοὶ τῶν ἀπαιδεύτων τοὺς τοιούτους οἴονται διαλέγεσθαι κάλλιστα. SYRIAN. in Hermog. I 11, 20 Rabe [DIONYS. HALIC. de imit. 8 p. 31, 13 Us.] Γοργίας μὲν τὴν ποιητικὴν ἑρμηνείαν μετήνεγκεν εἰς λόγους πολιτικούς, οὐκ ἀξιῶν ὅμοιον τὸν ῥήτορα τοῖς ἰδιώταις εἶναι. Λυσίας δὲ τοὐναντίον ἐποίησε κτλ. Ebend DIONYS. de imit. I 10, 3 [7 p. 30, 20 Us.].
82 A 30. CIC. Orat. 12, 39 [II 278. 15] haec [Antisthesen, Parisosen usw.] tractasse Thrasymachum Calchedonium primum [85 A 2. 3] et Leontinum ferunt Gorgiam, Theodorum inde Byzantium multosque alios quos λογοδαιδάλους appellat in Phaedro Socrates.
82 A 31. CIC. Orat. 49, 165 in huius concinnitatis consectatione Gorgiam fuisse [II 278. 20] principem accepimus.
82 A 32. CIC. Orat. 52, 175 (Numerus) princeps inveniendi fuit Thrasymachus, cuius omnia nimis etiam extant scripta numerose. nam ... paria paribus adiuncta et similiter definita itemque contrariis relata contraria, quae sua sponte, etiamsi id non agas, cadunt plerumque numerose, G. primus invenit, [II 278. 25] sed eis usus est intemperantius ... 176 G. autem avidior est generis eius et eis festivitatibus (sic enim ipse censet) insolentius abutitur, quas Isocrates, cum tamen audisset in Thessalia adulescens senem iam Gorgiam moderatius iam temperavit. DIONYS. Isae. 19. ἐνθυμούμενος δέ, ὅτι τὴν μὲν ποιητικὴν κατασκευὴν καὶ τὸ μετέωρον δὴ τοῦτο καὶ πομπικὸν εἰρημένον οὐδεὶς [II 278. 30 App.] Ἰσοκράτους ἀμείνων ἐγένετο, παρέλιπον ἑκὼν οὓς ἤιδειν ἧττον ἐν ταῖς ἰδέαις ταύταις κατορθοῦντας, Γοργίαν μὲν τὸν Λεοντῖνον ἐκπίπτοντα τοῦ πατρίου καὶ πολλαχοῦ παιδαριώδη γιγνόμενον ὁρῶν.
82 A 33. ATHEN. V 220 D ὁ δὲ Πολιτικὸς αὐτοῦ [Antisthenes] διάλογος ἁπάντων καταδρομὴν περιέχει τῶν Ἀθήνησιν δημαγωγῶν, ὁ δ' Ἀρχέλαος Γοργίου τοῦ [II 278. 35] ῥήτορος.
82 A 34. CLEM. Strom. VI 26 [II 443,4 St.] [II 279. 1] Μελησαγόρου [F.H.G.II 21] γὰρ ἔκλεψεν Γοργίας ὁ Λεοντῖνος καὶ Εὔδημος ὁ Νάξιος οἱ ἱστορικοὶ [F.H.G. II 20] καὶ ἐπὶ τούτοις ὁ Προκοννήσιος Βίων [F.H.G. II 19].
82 A 35. PHILOSTR. Ep. 73 [II 257, 2 ed. Teubn.] Γοργίου δὲ θαυμασταὶ ἦσαν [II 279. 5] ἄριστοί τε καὶ πλεῖστοι˙ πρῶτον μὲν οἱ κατὰ Θετταλίαν Ἕλληνες, παρ' οἷς τὸ ῥητορεύειν γοργιάζειν ἐπωνυμίαν ἔσχεν, εἶτα τὸ ξύμπαν Ἑλληνικόν, ἐν οἷς Ὀλυμπίασι διελέχθη κατὰ τῶν βαρβάρων ἀπὸ τῆς τοῦ νεὼ βαλβῖδος. λέγεται δὲ καὶ Ἀσπασία ἡ Μιλησία τὴν τοῦ Περικλέους γλῶτταν κατὰ τὸν Γοργίαν θῆξαι, Κριτίας δὲ καὶ Θουκυδίδης οὐκ ἀγνοοῦνται τὸ μεγαλώνυμον καὶ τὴν ὀφρὺν παρ' [II 279. 10] αὐτοῦ κεκτημένοι, μεταποιοῦντες δὲ αὐτὸ ἐς τὸ οἰκεῖον ὁ μὲν ὑπ' εὐγλωττίας, ὁ δὲ ὑπὸ ῥώμης˙ καὶ Αἰσχίνης δὲ ὁ ἀπὸ τοῦ Σωκράτους, ὑπὲρ οὗ πρώην ἐσπούδαζες (Iulia ist angeredet), ὡς οὐκ ἀφανῶς τοὺς διαλόγους κολάζοντος, οὐκ ὤκνει γοργιάζειν ἐν τῶι περὶ τῆς Θαργηλίας λόγωι˙ φησὶ γάρ που ὧδε [fr. 22 Dittmar; vgl. Münscher Philol. Suppl. X 536]˙ 'Θαργηλία Μιλησία ἐλθοῦσα εἰς [II 279. 15 App.] Θετταλίαν ξυνῆν Ἀντιόχωι Θετταλῶι βασιλεύοντι πάντων Θετταλῶν.' αἱ δὲ ἀποστάσεις αἵ τε προσβολαὶ τῶν λόγων Γοργίου ἐπεχωρίαζον πολλαχοῦ μὲν μάλιστα δὲ ἐν τῶι τῶν ἐποποιῶν κύκλωι.