Dêmocritus of Abdêra - A: Quoted in Ancient Sources
68 [55]. DEMOKRITOS
A. LEBEN UND LEHRE
LEBEN
68 A 1. DIOG. IX 34 ff. [II 81. 10 App.] Δημόκριτος Ἡγησιστράτου, οἱ δὲ Ἀθηνοκρίτου, τινὲς Δαμασίππου Ἀβδηρίτης ἤ, ὡς ἔνιοι, Μιλήσιος [vgl. 67 A 1 § 30; A 33 ]. οὗτος μάγων τινῶν διήκουσε καὶ Χαλδαίων, Ξέρξου τοῦ βασιλέως τῶι πατρὶ αὐτοῦ ἐπιστάτας καταλιπόντος, ἡνίκα ἐξενίσθη παρ' αὐτῶι, καθά φησι καὶ Ἡρόδοτος˙ παρ' ὧν τά τε περὶ θεολογίας καὶ ἀστρολογίας ἔμαθεν ἔτι παῖς ὤν. ὕστερον δὲ [II 81. 15] Λευκίππωι παρέβαλε καὶ Ἀναξαγόραι κατά τινας, ἔτεσιν ὢν αὐτοῦ νεώτερος τετταράκοντα [FGrHist. 244 F 36 b II 1030]. Φαβωρῖνος δέ φησιν ἐν Παντοδαπῆι ἱστορίαι [fr. 33 F.H.G. III 582] λέγειν Δημόκριτον περὶ Ἀναξαγόρου, ὡς οὐκ εἴησαν αὐτοῦ αἱ δόξαι αἵ τε περὶ ἡλίου καὶ σελήνης, ἀλλ' ἀρχαῖαι, τὸν δὲ ὑφηιρῆσθαι˙ (35) διασύρειν τε αὐτοῦ τὰ περὶ τῆς διακοσμήσεως καὶ τοῦ νοῦ, ἐχθρῶς ἔχοντα [II 81. 20]πρὸς αὐτόν, ὅτι δὴ μὴ προσήκατο αὐτόν. πῶς οὖν κατά τινας ἀκήκοεν αὐτοῦ;
φησὶ δὲ Δημήτριος ἐν Ὁμωνύμοις καὶ Ἀντισθένης ἐν Διαδοχαῖς [F.H.G. III 183 n.] ἀποδημῆσαι αὐτὸν καὶ εἰς Αἴγυπτον πρὸς τοὺς ἱερέας γεωμετρίαν μαθησόμενον καὶ πρὸς Χαλδαίους εἰς τὴν Περσίδα καὶ εἰς τὴν Ἐρυθρὰν θάλασσαν γενέσθαι. τοῖς τε Γυμνοσοφισταῖς φασί τινες συμμῖξαι αὐτὸν ἐν Ἰνδίαι καὶ εἰς Αἰθιοπίαν [II 81. 25 App.] ἐλθεῖν. τρίτον τε ὄντα ἀδελφὸν νείμασθαι τὴν οὐσίαν˙ καὶ οἱ μὲν πλείους φασὶ τὴν ἐλάττω μοῖραν ἑλέσθαι τὴν ἐν ἀργυρίωι, χρείαν ἔχοντα ἀποδημῆσαι, τοῦτο κἀκείνων δολίως ὑποπτευσάντων˙ (36) ὁ δὲ Δημήτριος ὑπὲρ ἑκατὸν τάλαντά φησιν εἶναι αὐτῶι τὸ μέρος, ἃ πάντα καταναλῶσαι. λέγει δὲ ὅτι τοσοῦτον ἦν [II 82. 1 App.] φιλόπονος, ὥστε τοῦ περικήπου δωμάτιόν τι ἀποτεμόμενος κατάκλειστος ἦν˙ καί ποτε τοῦ πατρὸς αὐτοῦ πρὸς θυσίαν βοῦν ἀγαγόντος καὶ αὐτόθι προσδήσαντος [vgl. A 15; II 86, 31], ἱκανὸν χρόνον μὴ γνῶναι, ἕως αὐτὸν ἐκεῖνος διαναστήσας προφάσει τῆς θυσίας καὶ τὰ περὶ τὸν βοῦν διηγήσατο. 'δοκεῖ δέ, φησί, καὶ [II 82. 5 App.] Ἀθήναζε ἐλθεῖν καὶ μὴ σπουδάσαι γνωσθῆναι δόξης καταφρονῶν. καὶ εἰδέναι μὲν Σωκράτη, ἀγνοεῖσθαι δὲ ὑπ' αὐτοῦ˙ 'ἦλθον γάρ, φησίν, εἰς Ἀθήνας καὶ οὔτις με ἔγνωκεν [B 116].'
(37) ('εἴπερ οἱ Ἀντερασταὶ Πλάτωνός εἰσι, φησὶ Θρασύλος, οὗτος ἂν εἴη ὁ παραγενόμενος ἀνώνυμος, τῶν περὶ Οἰνοπίδην καὶ Ἀναξαγόραν ἕτερος, [II 82. 10 App.] ἐν τῆι πρὸς Σωκράτην ὁμιλίαι διαλεγόμενος περὶ φιλοσοφίας, ὧι φησίν, ὡς πεντάθλωι ἔοικεν ὁ φιλόσοφος [Anterast. p. 136 A; vgl. c. 41, 2]. καὶ ἦν ὡς ἀληθῶς ἐν φιλοσοφίαι πένταθλος˙ τὰ γὰρ φυσικὰ καὶ τὰ ἠθικὰ 〈ἤσκητο〉, ἀλλὰ καὶ τὰ μαθηματικὰ καὶ τοὺς ἐγκυκλίους λόγους, καὶ περὶ τεχνῶν πᾶσαν εἶχεν ἐμπειρίαν') τούτου ἐστὶ καὶ τὸ 'λόγος ἔργου σκιή' [B 145]. Δημήτριος δὲ ὁ Φαληρεὺς [II 82. 15 App.] ἐν τῆι Σωκράτους ἀπολογίαι [F.Gr.Hist. 228 F 41 II 970] μηδὲ ἐλθεῖν φησιν αὐτὸν εἰς Ἀθήνας. τοῦτο δὲ καὶ μεῖζον, εἴγε τοσαύτης πόλεως ὑπερεφρόνησεν, οὐκ ἐκ τόπου δόξαν λαβεῖν βουλόμενος, ἀλλὰ τόπωι δόξαν περιθεῖναι προελόμενος. (38) (δῆλον δὲ κἀκ τῶν συγγραμμάτων οἷος ἦν. δοκεῖ δέ, φησὶν ὁ Θρασύλος, ζηλωτὴς γεγονέναι τῶν Πυθαγορικῶν˙ ἀλλὰ καὶ αὐτοῦ Πυθαγόρου μέμνηται, θαυμάζων [II 82. 20] αὐτὸν ἐν τῶι ὁμωνύμωι συγγράμματι [s. B 0a Schriftentitel I 1]. πάντα δὲ δοκεῖν παρὰ τούτου λαβεῖν καὶ αὐτοῦ δ' ἂν ἀκηκοέναι, εἰ μὴ τὰ τῶν χρόνων ἐμάχετο. πάντως μέντοι τῶν Πυθαγορικῶν τινος ἀκοῦσαί φησιν αὐτὸν Γλαῦκος ὁ Ῥηγῖνος, κατὰ τοὺς αὐτοὺς χρόνους αὐτῶι γεγονώς. φησὶ δὲ καὶ Ἀπολλόδωρος ὁ Κυζικηνὸς Φιλολάωι αὐτὸν συγγεγονέναι).
[II 82. 25 App.] ἤσκει δέ, φησὶν ὁ Ἀντισθένης [F.H.G. III 173 n.], καὶ ποικίλως δοκιμάζειν τὰς φαντασίας, ἐρημάζων ἐνίοτε καὶ τοῖς τάφοις ἐνδιατρίβων. (39) ἐλθόντα δή φησιν αὐτὸν ἐκ τῆς ἀποδημίας ταπεινότατα διάγειν, ἅτε πᾶσαν τὴν οὐσίαν καταναλωκότα˙ τρέφεσθαί τε διὰ τὴν ἀπορίαν ἀπὸ τἀδελφοῦ Δαμάσου. ὡς δὲ προειπών τινα τῶν μελλόντων εὐδοκίμησε, λοιπὸν ἐνθέου δόξης παρὰ τοῖς πλείστοις ἠξιώθη. [II 82. 30 App.] νόμου δὲ ὄντος τὸν ἀναλώσαντα τὴν πατρώιαν οὐσίαν μὴ ἀξιοῦσθαι ταφῆς ἐν τῆι πατρίδι, φησὶν ὁ Ἀντισθένης, συνέντα, μὴ ὑπεύθυνος γενηθείη πρός τινων φθονούντων καὶ συκοφαντούντων, ἀναγνῶναι αὐτοῖς τὸν Μέγαν διάκοσμον, ὃς ἁπάντων αὐτοῦ τῶν συγγραμμάτων προέχει˙ καὶ πεντακοσίοις ταλάντοις τιμηθῆναι˙ μὴ μόνον δέ, ἀλλὰ καὶ χαλκαῖς εἰκόσι˙ καὶ τελευτήσαντα δημοσίαι ταφῆναι. [II 82. 35 App.] βιώσαντα ὑπὲρ τὰ ἑκατὸν ἔτη. (40) ὁ δὲ Δημήτριος τοὺς συγγενέας αὐτοῦ φησιν ἀναγνῶναι τὸν Μέγαν διάκοσμον, ὃν μόνον ἑκατὸν ταλάντων τιμηθῆναι. ταὐτά δὲ καὶ Ἱππόβοτός φησιν.
Ἀριστόξενος δ' ἐν τοῖς ἱστορικοῖς ὑπομνήμασί [fr. 83 F.H.G.II 290] φησι Πλάτωνα θελῆσαι συμφλέξαι τὰ Δημοκρίτου συγγράμματα, ὁπόσα ἐδυνήθη συναγαγεῖν. [II 83. 1 App.] Ἀμύκλαν δὲ καὶ Κλεινίαν τοὺς Πυθαγορικοὺς [c. 54, 2] κωλῦσαι αὐτόν, ὡς οὐδὲν ὄφελος˙ παρὰ πολλοῖς γὰρ εἶναι ἤδη τὰ βιβλία. καὶ δῆλον δέ˙ πάντων γὰρ σχεδὸν τῶν ἀρχαίων μεμνημένος ὁ Πλάτων οὐδαμοῦ Δημοκρίτου διαμνημονεύει, ἀλλ' οὐδ' ἔνθα ἀντειπεῖν τι αὐτῶι δέοι, δῆλον 〈ὅτι〉 εἰδὼς ὡς πρὸς τὸν ἄριστον αὐτῶι τῶν φιλοσόφων [II 83. 5 App.] 〈ὁ ἀγὼν〉 ἔσοιτο˙ ὅν γε καὶ Τίμων τοῦτον ἐπαινέσας τὸν τρόπον ἔχει [fr. 46 D.]˙
οἷον Δημόκριτόν τε περίφρονα, ποιμένα μύθων,
ἀμφίνοον λεσχῆνα μετὰ πρώτοισιν ἀνέγνων.
(41) γέγονε δὲ τοῖς χρόνοις, ὡς αὐτός φησιν ἐν τῶι Μικρῶι διακόσμωι [68 B5], νέος κατὰ πρεσβύτην Ἀναξαγόραν, ἔτεσιν αὐτοῦ νεώτερος τετταράκοντα. [II 83. 10 App.] συντετάχθαι δέ φησι τὸν Μικρὸν διάκοσμον ἔτεσιν ὕστερον τῆς Ἰλίου ἁλώσεως τριάκοντα καὶ ἑπτακοσίοις. γεγόνοι δ' ἄν, ὡς μὲν Ἀπολλόδωρος ἐν Χρονικοῖς [FGrHist. 244 F 36 II 1030]. κατὰ τὴν ὀγδοηκοστὴν ὀλυμπιάδα [460-457], ὡς δὲ Θρασύλος ἐν τῶι ἐπιγραφομένωι Τὰ πρὸ τῆς ἀναγνώσεως τῶν Δημοκρίτου βιβλίων, κατὰ τὸ τρίτον ἔτος τῆς ἑβδόμης καὶ ἑβδομηκοστῆς ὀλυμπιάδος [470-69], ἐνιαυτῶι, [II 83. 15 App.] φησί, πρεσβύτερος ὢν Σωκράτους. εἴη ἂν οὖν κατ' Ἀρχέλαον τὸν Ἀναξαγόρου μαθητὴν καὶ τοὺς περὶ Οἰνοπίδην˙ καὶ γὰρ τούτου μέμνηται [c. 41, 3]. (42) μέμνηται δὲ καὶ περὶ τῆς τοῦ ἑνὸς δόξης τῶν περὶ Παρμενίδην καὶ Ζήνωνα ὡς κατ' αὐτὸν μάλιστα διαβεβοημένων, καὶ Πρωταγόρου τοῦ Ἀβδηρίτου, ὃς ὁμολογεῖται κατὰ Σωκράτην γεγονέναι. [II 83. 20 App.]
φησὶ δ' Ἀθηνόδωρος [Zeller IIIa 6302] ἐν η̅ Περιπάτων, ἐλθόντος Ἱπποκράτους πρὸς αὐτόν, κελεῦσαι κομισθῆναι γάλα˙ καὶ θεασάμενον τὸ γάλα εἰπεῖν εἶναι αἰγὸς πρωτοτόκου καὶ μελαίνης˙ ὅθεν τὴν ἀκρίβειαν αὐτοῦ θαυμάσαι τὸν Ἱπποκράτην. ἀλλὰ καὶ κόρης ἀκολουθούσης τῶι Ἱπποκράτει τῆι μὲν πρώτηι ἡμέραι ἀσπάσασθαι οὕτω 'χαῖρε κόρη', τῆι δ' ἐχομένηι 'χαῖρε γύναι'. καὶ ἦν ἡ κόρη τῆς [II 83. 25 App.] νυκτὸς διεφθαρμένη.
(43) τελευτῆσαι δὲ τὸν Δημόκριτόν φησιν Ἕρμιππος [fr. 29 F.H.G. III 43; vgl. Anm. zu A 28] τοῦτον τὸν τρόπον. ἤδη ὑπέργηρων ὄντα πρὸς τῶι καταστρέφειν εἶναι. τὴν οὖν ἀδελφὴν λυπεῖσθαι ὅτι ἐν τῆι τῶν θεσμοφόρων ἑορτῆι μέλλοι τεθνήξεσθαι καὶ τῆι θεῶι τὸ καθῆκον αὐτὴ οὐ ποιήσειν˙ τὸν δὲ θαρρεῖν εἰπεῖν καὶ κελεῦσαι [II 84. 1 App.] αὑτῶι προσφέρειν ἄρτους θερμοὺς ὁσημέραι. τούτους δὴ ταῖς ῥισὶ προσφέρων διεκράτησεν αὑτὸν τὴν ἑορτήν˙ ἐπειδὴ δὲ παρῆλθον αἱ ἡμέραι (τρεῖς δ' ἦσαν). ἀλυπότατα τὸν βίον προήκατο, ὥς φησιν ὁ Ἵππαρχος, ἐννέα πρὸς τοῖς ἑκατὸν ἔτη βιούς. ἡμεῖς τε εἰς αὐτὸν ἐν τῆι Παμμέτρωι τοῦτον ἐποιήσαμεν τὸν τρόπον˙
[II 84. 5 App.] καὶ τίς ἔφυ σοφὸς ὧδε, τίς ἔργον ἔρεξε τοσοῦτον.
ὅσσον ὁ παντοδαὴς ἤνυσε Δημόκριτος;
ὃς Θάνατον παρεόντα τρί' ἤματα δώμασιν ἔσχεν
καὶ θερμοῖς ἄρτων ἄσθμασιν ἐξένισεν.
τοιοῦτος μὲν ὁ βίος τἀνδρός.
(44) [II 84. 10 App.] δοκεῖ δὲ αὐτῶι τάδε˙ ἀρχὰς εἶναι τῶν ὅλων ἀτόμους καὶ κενόν, τὰ δ' ἄλλα πάντα νενομίσθαι. ἀπείρους τε εἶναι κόσμους καὶ γενητοὺς καὶ φθαρτούς. μηδέν τε ἐκ τοῦ μὴ ὄντος γίνεσθαι μηδὲ εἰς τὸ μὴ ὂν φθείρεσθαι. καὶ τὰς ἀτόμους δὲ ἀπείρους εἶναι κατὰ μέγεθος καὶ πλῆθος, φέρεσθαι δ' ἐν τῶι ὅλωι δινουμένας, καὶ οὕτω πάντα τὰ συγκρίματα γεννᾶν, πῦρ, ὕδωρ, ἀέρα, γῆν˙ εἶναι γὰρ καὶ ταῦτα ἐξ [II 84. 15 App.] ἀτόμων τινῶν συστήματα˙ ἅπερ εἶναι ἀπαθῆ καὶ ἀναλλοίωτα διὰ τὴν στερρότητα. τόν τε ἥλιον καὶ τὴν σελήνην ἐκ τοιούτων λείων καὶ περιφερῶν ὄγκων συγκεκρίσθαι, καὶ τὴν ψυχὴν ὁμοίως˙ ἣν καὶ νοῦν ταὐτὸν εἶναι. ὁρᾶν δ' ἡμᾶς κατ' εἰδώλων ἐμπτώσεις. (45) πάντα τε κατ' ἀνάγκην γίνεσθαι, τῆς δίνης αἰτίας οὔσης τῆς γενέσεως πάντων, ἣν ἀνάγκην λέγει. τέλος δ' εἶναι τὴν εὐθυμίαν, [II 84. 20App.] οὐ τὴν αὐτὴν οὖσαν τῆι ἡδονῆι, ὡς ἔνιοι παρακούσαντες ἐξεδέξαντο, ἀλλὰ καθ' ἣν γαληνῶς καὶ εὐσταθῶς ἡ ψυχὴ διάγει, ὑπὸ μηδενὸς ταραττομένη φόβου ἢ δεισιδαιμονίας ἢ ἄλλου τινὸς πάθους. καλεῖ δ' αὐτὴν καὶ εὐεστὼ καὶ πολλοῖς ἄλλοις ὀνόμασι [B 3]. ποιότητας δὲ νόμωι εἶναι, φύσει δ' ἄτομα καὶ κενόν [B 125]. καὶ ταῦτα μὲν αὐτῶι ἐδόκει. τὰ δὲ βιβλία αὐτοῦ κτλ. §§ 46-49 = 68 A 33.
(49) [II 84. 25 App.] γεγόνασι δὲ Δημόκριτοι ἕξ˙ πρῶτος αὐτὸς οὗτος, δεύτερος Χῖος μουσικὸς κατὰ τὸν αὐτὸν χρόνον, τρίτος ἀνδριαντοποιός, οὗ μέμνηται Ἀντίγονος [S. 10 Wilamowitz], τέταρτος περὶ τοῦ ἱεροῦ τοῦ ἐν Ἐφέσωι γεγραφὼς καὶ τῆς πόλεως καὶ Σαμοθράικης [F.H.G. IV 383, 384], πέμπτος ποιητὴς ἐπιγραμμάτων σαφὴς καὶ ἀνθηρός, ἕκτος Περγαμηνὸς ἀπὸ ῥητορικῶν λόγων 〈εὐδοκιμήσας〉.
G 68 A 1 a. DIOG. LAERT. IX 50 διήκουσε δ' ὁ Πρωταγόρας Δημοκρίτου. ἐκαλεῖτό τε Σοφία, ὥς φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ [fr. 36 F.H.G. III 583].
68 A 2. SUIDAS [II 84. 30] Δημόκριτος Ἡγησιστράτου (οἱ δὲ Ἀθηνοκρίτου ἢ Δαμασίππου) γεγονὼς ὅτε καὶ Σωκράτης ὁ φιλόσοφος κατὰ τὴν ο̅ζ̅ ὀλυμπιάδα [472-469] (οἱ δὲ κατὰ τὴν π̅ [460-457] φασίν)˙ Ἀβδηρίτης ἐκ Θράικης, φιλόσοφος, μαθητὴς κατά τινας Ἀναξαγόρου καὶ Λευκίππου, ὡς δέ τινες, καὶ μάγων καὶ Χαλδαίων Περσῶν˙ ἦλθε γὰρ καὶ εἰς Πέρσας καὶ Ἰνδοὺς καὶ Αἰγυπτίους καὶ τὰ παρ' [II 84. 35 App.] ἑκάστοις ἐπαιδεύθη σοφά. εἶτα ἐπανῆλθε καὶ τοῖς ἀδελφοῖς συνῆν Ἡροδότωι καὶ Δαμάστηι. ἦρξε δὲ ἐν Ἀβδήροις διὰ τὴν ἑαυτοῦ σοφίαν τιμηθείς. μαθητὴς δὲ αὐτοῦ διαφανὴς ἐγένετο Μητρόδωρος ὁ Χῖος, οὗ πάλιν ἀκροαταὶ Ἀνάξαρχος καὶ Ἱπποκράτης ὁ [II 85. 1] ἰατρός. ἐπεκλήθη δὲ Σοφία ὁ Δημόκριτος καὶ Γελασῖνος δὲ διὰ τὸ γελᾶν πρὸς τὸ κενόσπουδον τῶν ἀνθρώπων˙ γνήσια δὲ αὐτοῦ βιβλία εἰσὶ δύο, ὅ τε Μέγας διάκοσμος καὶ τὸ Περὶ φύσεως κόσμου. ἔγραψε δὲ καὶ Ἐπιστολάς. Soweit aus Hesych.
68 A 3. AËT. I 3, 16 (D. 285; vgl. das. Theodor.) [II 85. 5 App.] Δ. Δαμασίππου Ἀβδηρίτης κτλ.
68 A 4. EUSEB. chron. a) CYRILL. c. Iul. I 13 Spanh. ἑβδομηκοστῆι ὀλυμπιάδι [500-497] φασὶ γενέσθαι Δημόκριτον καὶ Ἀναξαγόραν φιλοσόφους φυσικοὺς ὁμοῦ τε καὶ Ἡράκλειτον τὸν ἐπίκλην σκοτεινόν. b) Akme: CYRILL. ὀγδοηκοστῆι ἕκτηι [II 85. 10] ὀλυμπιάδι [436-433] γενέσθαι φασὶ τὸν Ἀβδηρίτην Δημόκριτον, Ἐμπεδοκλέα τε καὶ Ἱπποκράτην κτλ. ARM. a. Abr. 1581; [Ol. 86, 2. 435] vgl. 28 A 11. c) Tod Ol. 94 [404-401]: HIERON. a. Abr. 1616 [Ol. 94, 4. 401]. ARM. a. Abr. 1613 [Ol. 93, 2. 403]. CHRON. PASCH. 317, 5 Δ. τελευτᾶι ζήσας ἔτη ἑκατόν. [Ol. 105, 2. 359].
68 A 5. DIODOR. XIV 11, 5 [II 85. 15] περὶ δὲ τὸν αὐτὸν χρόνον [Ol. 94, 1. 401] καὶ Δ. ὁ φιλόσοφος ἐτελεύτησε βιώσας ἔτη ἐνενήκοντα.
68 A 6. [LUCIAN.] Macrob. 18 Δ. μὲν ὁ Ἀβδηρίτης ἐτῶν γεγονὼς τεσσάρων καὶ ἑκατὸν ἀποσχόμενος τροφῆς ἐτελεύτα. CENSOR.15, 3 Democritum quoque Abderiten et Isocraten rhetorem ferunt prope ad id aetatis pervenisse quo Gorgian [II 85. 20] Leontinum, quem omnium veterum maxime senem fuisse et octo supra centum annos habuisse constat. Vgl. II 82, 35. 84, 3.
68 A 7. ARISTOT. Meteor. B 7 (περὶ σεισμοῦ) p. 365 a 17 Ἀναξαγόρας. τε γὰρ ὁ Κλαζομένιος καὶ πρότερος Ἀναξιμένης ὁ Μιλήσιος ἀπεφήναντο καὶ τούτων ὕστερος Δημόκριτος ὁ Ἀβδηρίτης. Anaxagoras von Demokrit gelobt 59 B 21 a, getadelt [II 85. 25] 68 B 5.
68 A 8. SEXT. VII 389 ὅ τε Δ. καὶ ὁ Πλάτων ἀντιλέγοντες τῶι Πρωταγόραι ἐδίδασκον [vgl. B 156].
68 A 9. ATHEN. VIII 354 C ἐν δὲ τῆι αὐτῆι ἐπιστολῆι [fr. 172 p. 153, 2 Us.] ὁ Ἐπίκουρος καὶ Πρωταγόραν φησὶ τὸν σοφιστὴν ἐκ φορμοφόρου καὶ ξυλοφόρου [II 85. 30] πρῶτον μὲν γενέσθαι γραφέα Δημοκρίτου˙ θαυμασθέντα δ' ὑπ' ἐκείνου ἐπὶ ξύλων τινὶ ἰδίαι συνθέσει ἀπὸ ταύτης τῆς ἀρχῆς ἀναληφθῆναι ὑπ' αὐτοῦ καὶ διδάσκειν ἐν κώμηι τινὶ γράμματα, ἀφ' ὧν ἐπὶ τὸ σοφιστεύειν ὁρμῆσαι. PHILOSTR. Vit. soph. I 10 p. 13, 1 Kayser Πρωταγόρας δὲ ὁ Ἀβδηρίτης σοφιστὴς καὶ Δημοκρίτου μὲν ἀκροατὴς οἴκοι ἐγένετο, ὡμίλησε δὲ καὶ τοῖς ἐκ Περσῶν μάγοις κατὰ [II 85. 35] τὴν Ξέρξου ἐπὶ τὴν Ἑλλάδα ἔλασιν. Vgl. II 81, 12. 86, 38. 94, 30
68 A 10. SUID. s. v. Ἱπποκράτης ... οὗτος μαθητὴς γέγονε τὸ μὲν πρῶτον τοῦ πατρός, μετὰ δὲ ταῦτα Ἡροδίκου τοῦ Σηλυβριανοῦ καὶ Γοργίου τοῦ Λεοντίνου [II 86. 1 App.] ῥήτορος καὶ φιλοσόφου, ὡς δέ τινες, Δημοκρίτου τοῦ Ἀβδηρίτου˙ ἐπιβαλεῖν γὰρ αὐτὸν νέωι πρεσβύτην˙ ὡς δέ τινες καὶ Προδίκου.
68 A 10 a. SUID. s. v. Διαγόρας . . . ὃν εὐφυᾶ θεασάμενος Δ. ὁ Ἀβδηρίτης ὠνήσατο αὐτὸν δοῦλον ὄντα μυρίων δραχμῶν καὶ μαθητὴν ἐποιήσατο. ὁ δὲ καὶ τῆι λυρικῆι [II 86. 5] ἐπέθετο τοῖς χρόνοις ὢν μετὰ Πίνδαρον καὶ Βακχυλίδην, Μελανιππίδου δὲ πρεσβύτερος˙ ἤκμαζε τοίνυν ο̅η̅ ὀλυμπιάδι [468-465]. Vgl. zum Φρύγιος λόγος [68 B 299e].
68 A 11. VAL. MAX. VIII 7 ext. 4 Athenis autem conpluribus annis moratus omnia temporum momenta ad percipiendam et exercendam doctrinam conferens [II 86. 10 App.] ignotus illi urbi vixit, quod ipse quodam volumine testatur [B 116].
68 A 12. STRAB. XV 703 [aus Megasthenes] ἐν δὲ τῆι ὀρεινῆι [Indiens] Σίλαν ποταμὸν εἶναι, ὧι μηδὲν ἐπιπλεῖ. Δημόκριτον μὲν οὖν ἀπιστεῖν ἅτε πολλὴν τῆς Ἀσίας πεπλανημένον. καὶ Ἀριστοτέλης δὲ ἀπιστεῖ.
68 A 13. CIC. de fin.V 19, 50 quid de Pythagora? quid de Platone aut de [II 86. 15] Democrito loquar? a quibus propter discendi cupiditatem videmus ultimas terras esse peragratas.
ROMAN
68 A 14. PHILO de prov. II 13, 52 D. autem alter [neben Anaxagoras, vgl. Z. 31] opulentus et possessor multorum, eo quod ortus esset ex [II 86. 20] illustri familia, desiderio sapientiae familiarissimae deditus caecam invisamque opulentiam quae pravis et vilibus tribui consuevit inhibuit eam vero quae haud caeca est ac constans eo quod cum bonis solis assuescat acquisivit. propterea universas patriae leges dimovere visus est et quasi malus genius reputatus, ita ut periclitatus fuerit ne sepulcro ipso privaretur ob legem [II 86. 25] apud Abderitas vigentem quae insepultum proiciendum statuebat qui patrias leges non observasset. id sane subeundum erat Democrito, nisi misericordiam sortitus esset benignitate, quam ergo eum habuit Hippocrates Cous aemulatores enim sapientiae inter se erant. porro ex suis operibus celebratis quod appellatur Magnus diacosmus centum, ut nonnulli dicunt adhuc amplius [II 86. 30 App.] Atticis talentis ccc, aestimatum fuit. Vgl. A 1, §§ 39-40.
68 A 15. PHILO de vita contempl. p. 473 M. (VI 49 C.-W.) Ἀναξαγόραν καὶ Δ. Ἕλληνες ἄιδουσιν ὅτι φιλοσοφίας ἱμέρωι πληχθέντες μηλοβότους εἴασαν γενέσθαι τὰς οὐσίας. DIO 54, 2 p. 113, 21 Arn. CIC. de fin. V 29, 87 [s. A 169]. HORAT. EP. I 12, 12 miramur, si Democriti pecus edit agellos cultaque, dum peregre est [II 86. 35] animus sine corpore velox.
68 A 16. AEL. V. H. IV 20 Δημόκριτον τὸν Ἀβδηρίτην λόγος ἔχει τά τε ἄλλα γενέσθαι σοφὸν καὶ δὴ καὶ ἐπιθυμῆσαι λαθεῖν, καὶ ἐν ἔργωι θέσθαι σφόδρα πάνυ τοῦτο. διὰ ταῦτά τοι καὶ πολλὴν ἐπήιει γῆν. ἧκεν οὖν πρὸς τοὺς Χαλδαίους καὶ εἰς Βαβυλῶνα καὶ πρὸς τοὺς μάγους καὶ τοὺς σοφιστὰς τῶν Ἰνδῶν [vgl. A 9. A 40, 1]. [II 86. 40] τὴν παρὰ τοῦ Δαμασίππου τοῦ πατρὸς οὐσίαν ἐς τρία μέρη νεμηθεῖσαν τοῖς ἀδελφοῖς τοῖς τρισίν, τἀργύριον μόνον λαβὼν ἐφόδιον τῆς ὁδοῦ τὰ λοιπὰ τοῖς [II 87. 1] ἀδελφοῖς εἴασεν˙ διὰ ταῦτά τοι καὶ Θεόφραστος [in Περὶ εὐδαιμονίας ?] αὐτὸν ἐπήινει, ὅτι περιήιει κρείττονα ἀγερμὸν ἀγείρων Μενέλεω καὶ Ὀδυσσέως [γ 301; δ 80, 90]. ἐκεῖνοι μὲν γὰρ ἠλῶντο, αὐτόχρημα Φοινίκων ἐμπόρων μηδὲν διαφέροντες˙ χρήματα γὰρ ἤθροιζον καὶ τῆς περιόδου καὶ τοῦ περίπλου ταύτην [II 87. 5 App.] εἶχον τὴν πρόφασιν.
68 A 17. PLIN. N. H. XVIII 273 ferunt Democritum, qui primus intellexit ostenditque caeli cum terris societatem, spernentibus hanc curam eius opulentissimis civium praevisa olei caritate futura ex vergiliarum ortu (qua diximus ratione ostendemusque iam planius) magna tum vilitate propter spem [II 87. 10 App.] olivae coemisse in toto tractu omne oleum, mirantibus qui paupertatem quietemque doctrinarum ei sciebant in primis cordi esse. atque ut adparuit causa et ingens divitiarum cursus, restituisse mercedem anxiae et avidae dominorum poenitentiae, contentum ita probavisse opes sibi in facili, cum vellet, fore.
68 A 17 a. PLUT. Quaest. conv. I 10, 2 p. 628 C [II 87. 15 App.] ταὐτὸ πεισόμεθα Δημοκρίτωι τῶι σοφῶι διὰ φιλολογίαν. καὶ γὰρ ἐκεῖνος ὡς ἔοικε τρώγων σίκυον, ὡς ἐφάνη μελιτώδης ὁ χυμός, ἠρώτησε τὴν διακονοῦσαν, ὁπόθεν πρίαιτο˙ τῆς δὲ κῆπόν τινα φραζούσης, ἐκέλευσεν ἐξαναστὰς ἡγεῖσθαι καὶ δεικνύναι τὸν τόπον˙ θαυμάζοντος δὲ τοῦ γυναίου καὶ πυνθανομένου τί βούλεται˙ 'τὴν αἰτίαν' ἔφη 'δεῖ με τῆς γλυκύτητος [II 87. 20 App.] εὑρεῖν, εὑρήσω δὲ τοῦ χωρίου γενόμενος θεατής.''κατάκεισο δή'' τὸ γύναιον εἶπε μειδιῶν, ''ἐγὼ γὰρ ἀγνοήσασα τὸ σίκυον εἰς ἀγγεῖον ἐθέμην μεμελιτωμένον''. ὁ δ' ὥσπερ ἀχθεσθείς 'ἀπέκναισας' εἶπε 'καὶ οὐδὲν ἧττον ἐπιθήσομαι τῶι λόγωι καὶ ζητήσω τὴν αἰτίαν', ὡς ἂν οἰκείου καὶ συγγενοῦς οὔσης τῶι σικύωι τῆς γλυκύτητος.
68 A 18. CLEM. Strom.VI 32 [II 446, 28 St.] [II 87. 25] Δ. δὲ ἐκ τῆς τῶν μεταρσίων παρατηρήσεως πολλὰ προλέγων Σοφία ἐπωνομάσθη˙ ὑποδεξαμένου γοῦν αὐτὸν φιλοφρόνως Δαμάσου τοῦ ἀδελφοῦ τεκμηράμενος ἔκ τινων ἀστέρων πολὺν ἐσόμενον προεῖπεν ὄμβρον. οἱ μὲν οὖν πεισθέντες αὐτῶι συνεῖλον τοὺς καρποὺς (καὶ γὰρ ὥραι θέρους ἐν ταῖς ἅλωσιν ἔτι ἧσαν), οἱ δὲ ἄλλοι πάντα ἀπώλεσαν ἀδοκήτου καὶ [II 87. 30] πολλοῦ καταρρήξαντος ὄμβρου. PLIN. N. H. XVIII 341 tradunt eundem Demoritum metente fratre eius Damaso ardentissimo aestu orasse, ut reliquae segeti parcerei raperetque desecta sub tectum, paucis mox horis saevo imbre vaticinatione adprobata. Vgl. 68 A 1 § 39].
68 A 19. PHILOSTR. V. Apoll. VIII 7 p. 313, 17 Kayser τίς δ' ἂν σοφὸς ἐκλιπεῖν [II 87. 35] σοι δοκεῖ τὸν ὑπὲρ πόλεως τοιαύτης ἀγῶνα, ἐνθυμηθεὶς μὲν Δημόκριτον ἐλευθερώσαντα λοιμοῦ ποτε Ἀβδηρίτας, ἐννοήσας δὲ Σοφοκλέα τὸν Ἀθηναῖον, ὃς λέγεται καὶ ἀνέμους θέλξαι τῆς ὥρας πέρα πνεύσαντας κτλ.
68 A 20. IULIAN. EP. 201 B.-C. φασὶ γὰρ Δημόκριτον τὸν Ἀβδηρίτην, ἐπειδὴ Δαρείωι γυναικὸς καλῆς ἀλγοῦντι θάνατον οὐκ εἶχεν ὅτι ἂν εἰπὼν εἰς παραμυθίαν [II 87. 40] ἀρκέσειεν, ὑποσχέσθαι οἱ τὴν ἀπελθοῦσαν εἰς φῶς ἀνάξειν, ἢν ἐθελήσηι τῶν εἰς τὴν χρείαν ἡκόντων ὑποστῆναι τὴν χορηγίαν. κελεύσαντος δ' ἐκείνου μὴ φείσασθαι [II 88. 1 App.] μηδενὸς ὅτι ἂν ἐξῆι λαβόντα τὴν ὑπόσχεσιν ἐμπεδῶσαι, μικρὸν ἐπισχόντα χρόνον εἰπεῖν, ὅτι τὰ μὲν ἄλλα αὐτῶι πρὸς τὴν τοῦ ἔργου πρᾶξιν συμπορισθείη, μόνου δὲ ἑνὸς προσδέοιτο ὃ δὴ αὐτὸν μὲν οὐκ ἔχειν ὅπως ἂν λάβοι, Δαρεῖον δὲ ὡς βασιλέα τῆς ὅλης Ἀσίας οὐ χαλεπὸν ἂν ἴσως εὑρεῖν. ἐρομένου δ' ἐκείνου, τί ἂν [II 88. 5 App.] εἴη τοσοῦτον ὃ μόνωι βασιλεῖ γνωσθῆναι συγχωρεῖται, ὑπολαβόντα φῆσαι τὸν Δημόκριτον, εἰ τριῶν ἀπενθήτων ὀνόματα τῶι τάφωι τῆς γυναικὸς ἐπιγράψειεν, εὐθὺς αὐτὴν ἀναβιώσεσθαι τῶι τῆς τελετῆς νόμωι δυσωπουμένην. ἀπορήσαντος δὲ ἐπὶ πολὺ τοῦ Δαρείου καὶ μηδένα ἄνδρα δυνηθέντος εὑρεῖν, ὅτωι μὴ καὶ παθεῖν λυπηρόν τι συνηνέχθη, γελάσαντα συνήθως τὸν Δημόκριτον εἰπεῖν˙ 'τί οὖν, [II 88. 10 App.] ὦ πάντων ἀτοπώτατε, θρηνεῖς ἀνέδην ὡς μόνος ἀλγεινῶι τοσούτωι συμπλακεὶς ὁ μηδὲ ἕνα τῶν πώποτε γεγονότων ἄμοιρον οἰκείου πάθους ἔχων εὑρεῖν;'.
68 A 21. CIC. de orat. II 58, 235 atque illud primum quid sit ipse risus, quo pacto concitetur ... viderit Democritus. HORAT. EP. II 1, 194. si foret in terris, rideret D. SOTION [Leherer Senecas] Περὶ ὀργῆς β̅, bei STOB. Flor. III 20, 53 [II 88. 15 App.] τοῖς δὲ σοφοῖς ἀντὶ ὀργῆς Ἡρακλείτωι μὲν δάκρυα, Δημοκρίτωι δὲ γέλως ἐπήιει [vgl. A 40 End.]. IUVEN. 10, 33 perpetuo risu pulmonem agitare solebat D...; (47) tunc quoque materiam risus invenit ad omnis occursus hominum, cuius prudentia monstrat summos posse viros et magna exempla daturos vervecum in patria crassoque sub aere nasci. SCHOL. z. d. St. Abderita nam fuit [II 88. 20 App.] D., ubi stulti solent nasci. Vgl. A 74 am Ende.
68 A 22. CIC. Tusc.V 39, 114 D. luminibus amissis alba scilicet discernere et atra non poterat at vero bona mala, aequa iniqua, honesta turpia, utilia inutilia, magna parva poterat, et sine varietate colorum licebat vivere beate, sine notione rerum non licebat. atque hic vir impediri etiam animi aciem [II 88. 25 App.] aspectu oculorum arbitrabatur, et cum alii saepe quod ante pedes esset non viderent, ille <in> infinitatem omnem peregrinabatur, ut nulla in extremitate consisteret.
68 A 23. GELL. X 17 Democritum philosophum in monumentis historiae graecae scriptum est, virum praeter alios venerandum auctoritateque antiqua [II 88. 30] praeditum, luminibus oculorum sua sponte se privasse, quia existimaret cogitationes commentationesque animi sui in contemplandis naturae rationibus vegetiores et exactiores fore, si eas videndi inlecebris et oculorum impedimentis liberasset. id factum eius modumque ipsum, quo caecitatem facile sollertia subtilissima conscivit, Laberius poeta in mimo quem scripsit [II 88. 35 App.] RESTIONEM versibus quidem satis munde atque graphice factis descripsit, sed causam voluntariae caecitatis finxit aliam vertitque in eam rem, quam tum agebat, non inconcinniter. est enim persona, quae hoc apud Laberium dicit, divitis avari et parci, sumptum plurimum asotiamque adulescentis filii deplorantis. versus Laberiani sunt [C.F3 72ff. p. 353 Ribbeck]:
[II 89. 1] Democritus Abderites physicus philosophus
clipeum constituit contra exortum Hyperionis,
oculos effodere ut posset splendore aereo.
ita radiis solis aciem effodit luminis,
[II 89. 5 App.] malis bene esse ne videret civibus.
sic ego fulgentis splendorem pecuniae
volo elucificare exitum aetati meae,
ne in re bona esse videam nequam filium.
68 A 24. LUCRET. III 1039 [daraus LACT. Inst. III 18, 6]
[II 89. 10] denique Democritum postquam matura vetustas
admonuit memores motus languescere mentis,
sponte sua leto caput obvius optulit ipse.
68 A 25. HIMER. Ecl. 3, 18 ἑκὼν δὲ ἐνόσει σῶμα Δημόκριτος, ἵνα ὑγιαίνηι τὰ κρείττονα.
68 A 26. TERTULL. Apol. 46 D. [II 89. 15 App.] excaecanndo semetipsum, quod muli concupiscentia aspicere non posset et doleret, si non esset potitus, incontinentiam emendatione profitetur.
68 A 27. PLUT. de curios. 12 p. 521 D ἐκεῖνο μὲν ψεῦδός ἐστι τὸ Δημόκριτον ἑκουσίως σβέσαι τὰς ὄψεις ἀπερεισάμενον εἰς ἔσοπτρα πυρωθέντα καὶ τὴν ἀπ' [II 89. 20 App.] αὐτῶν ἀνάκλασιν δεξάμενον, ὅπως μὴ παρέχωσι θόρυβον τὴν διάνοιαν ἔξω καλοῦσαι πολλάκις, ἀλλ' ἐῶσιν ἔνδον οἰκουρεῖν καὶ διατρίβειν πρὸς τοῖς νοητοῖς ὥσπερ παρόδιοι θυρίδες ἐμφραγεῖσαι.
68 A 28. ANON. LONDIN. 37, 34 ff. κἀνταῦθά φησιν [Asklepiades], ὡς λόγος ἔχει Δημόκριτον ἀσιτήσαντα τέσσαρας ἡμέρας πρὸς τῶι ἀναιρεῖσθαι γίνεσθαι καὶ [II 89. 25 App.] αὐτὸν παρακληθέντα πρός τινων γυναικῶν ἐπιμεῖναι ἡμέρας τινὰς ἐν τῶι βίωι, καὶ ἵνα μὴ γένωνται ταύταις δυστυχῶς τὰ κατὰ κείνους τοὺς χρόνους Θεσμοφόρια λελυμένα, φασὶν αὑτὸν ἀπαλλάττειν κελεῦσαι, καθίζειν δὲ πρὸς τοὺς ἄρτους, καὶ τούτους καταπνεῖν ἀτμὸν τὸν γινόμενον. καὶ ὁ Δ. ἀποσπασάμενος τὸν ἀπὸ τοῦ ἰπνοῦ ἀτμὸν ῥώννυταί τε τὰς δυνάμεις καὶ ἐπιβιοῖ τὸ λοιπόν. CAELIUS. AURELIAN. Acut. morb. II 37 [II 89. 30 App.] sit igitur polenta infusa atque panis assus aceto infusus vel mala cydonia aut myrta et his similia. haec enim defectu extinctam corporis fortitudinem retinent, sicut ratio probat atque Democriti dilatae mortis exemplum fama vulgatum.
68 A 29. ATHEN. epit. II p. 46 E Δημόκριτον δὲ τὸν Ἀβδηρίτην λόγος ἔχει διὰ [II 89. 35] γῆρας ἐξάξαι αὑτὸν διεγνωκότα τοῦ ζῆν καὶ ὑφαιροῦντα τῆς τροφῆς καθ' ἑκάστην [II 90. 1 App.] ἡμέραν ἐπεὶ αἱ τῶν Θεσμοφορίων ἡμέραι ἐνέστησαν, δεηθεισῶν τῶν οἰκείων γυναικῶν μὴ ἀποθανεῖν κατὰ τὴν πανήγυριν, ὅπως ἑορτάσωσι, πεισθῆναι κελεύσαντα μέλιτος ἀγγεῖον αὑτῶι πλησίον παρατεθῆναι καὶ διαζῆσαι ἡμέρας ἱκανὰς τὸν ἄνδρα τῆι ἀπὸ τοῦ μέλιτος ἀναφορᾶι μόνηι χρώμενον καὶ μετὰ τὰς ἡμέρας βασταχθέντος [II 90. 5 App.] τοῦ μέλιτος ἀποθανεῖν. ἔχαιρε δὲ ὁ Δ. ἀεὶ τῶι μέλιτι, καὶ πρὸς τὸν πυθόμενον, πῶς ἂν ὑγιῶς τις διάγοι, ἔφη, εἰ τὰ μὲν ἐντὸς μέλιτι βρέχοι, τὰ δ' ἐκτὸς ἐλαίωι.
68 A 30. MARC. ANTON. III 3 Δημόκριτον δὲ οἱ φθεῖρες [nämlich ἀπέκτειναν. Verwechslung mit Pherekydes 7 A 1 § 118.]
SCHRIFTEN S. A 2
68 A 31. SUID. [II 90. 10 App.] [A 2; II 85, 2]... γνήσια δὲ αὐτοῦ βιβλία εἰσὶ δύο, ὅ τε Μέγας διάκοσμος [67 B 1] καὶ τὸ Περὶ φύσεως κόσμου [B 5 c]. ἔγραψε δὲ καὶ Ἐπιστολάς [68 C 2-6]. Aus Hesych.
68 A 32. SUID. Καλλίμαχος [Schriftenverzeichnis]. Πίναξ τῶν Δημοκρίτου γλωσσῶν καὶ συνταγμάτων. Aus Hesych. STEPH. BYZ. p. 640, 5 Mein Ἡγησιάναξ [II 90. 15 App.] γραμματικὸς [Susemihl. Al. L. II 31] γράψας Περὶ τῆς Δημοκρίτου λέξεως βιβλίον ἓν καὶ Περὶ ποιητικῶν λέξεων. ἦν δὲ Τρωιαδεύς. Aus Hesych.
68 A 33. DIOG. IX 45-49 TETRALOGIEEN - ORDNUNG DES THRASYLLOS [Vgl. 68 B 0a-28c].
τὰ δὲ βιβλία αὐτοῦ καὶ Θρασύλος ἀναγέγραφε κατὰ τάξιν οὕτως ὡσπερεὶ καὶ [II 90. 20 App.] τὰ Πλάτωνος κατὰ τετραλογίαν.
(46) Ἔστι δὲ Ἠθικὰ μὲν τάδε˙
I 1. Πυθαγόρης 2. Περὶ τῆς τοῦ σοφοῦ διαθέσεως 3. Περὶ τῶν ἐν Ἅιδου 4. Τριτογένεια (τοῦτο δέ ἐστιν, ὅτι τρία γίνεται ἐξ αὐτῆς ἃ πάντα ἀνθρώ πινα συνέχει)
[II 90. 25 App.] II 1. Περὶ ἀνδραγαθίας ἢ Περὶ ἀρετῆς 2. Ἀμαλθείης κέρας 3. Περὶ εὐθυμίης 4. Ὑπομνημάτων ἠθικῶν˙ [Bücherzahl fehlt]. ἡ γὰρ Εὐεστὼ οὐχ εὑρίσκεται. καὶ ταῦτα μὲν τὰ Ἠθικά.
Φυσικὰ δὲ τάδε˙
[II 91. 1 App.] III 1. Μέγας διάκοσμος (ὃν οἱ περὶ Θεόφραστον Λευκίππου φασὶν εἶναι) 2. Μικρὸς διάκοσμος 3. Κοσμογραφίη 4. Περὶ τῶν πλανήτων.
IV 1. Περὶ φύσεως πρῶτον 2. Περὶ ἀνθρώπου φύσιος (ἢ Περὶ σαρκός) δεύτερον [II 91. 5 App.] 3. Περὶ νοῦ 4. Περὶ αἰσθησίων (ταῦτά τινες ὁμοῦ γράφοντες Περὶ ψυχῆς ἐπιγράφουσι).
V 1. Περὶ χυμῶν 2. Περὶ χροῶν (47) 3. Περὶ τῶν διαφερόντων ῥυσμῶν 4. Περὶ ἀμειψιρυσμιῶν.
VI 1. Κρατυντήρια (ὅπερ ἔστιν ἐπικριτικὰ τῶν προειρημένων) 2. Περὶ εἰδώλων [II 91. 10 App.] ἢ Περὶ προνοίας 3. Περὶ λογικῶν κανὼν α̅β̅̅ 4. Ἀπορημάτων [Bücherzahl fehlt]. ταῦτα καὶ περὶ Φύσεως.
Τὰ δὲ Ἀσύντακτά ἐστι τάδε˙
1. Αἰτίαι οὐράνιαι 2. Αἰτίαι ἀέριοι 3. Αἰτίαι ἐπίπεδοι 4. Αἰτίαι περὶ πυρὸς καὶ τῶν ἐν πυρί 5. Αἰτίαι περὶ φωνῶν 6. Αἰτίαι περὶ σπερμάτων [II 91. 15 App.] καὶ φυτῶν καὶ καρπῶν 7. Αἰτίαι περὶ ζώιων α̅β̅γ̅ 8. Αἰτίαι σύμμικτοι 9. Περὶ τῆς λίθου. ταῦτα καὶ τὰ Ἀσύντακτα
Μαθηματικὰ δὲ τάδε˙
VII 1. Περὶ διαφορῆς γνώμης ἢ Περὶ ψαύσιος κύκλου καὶ σφαίρης 2. Περὶ γεω μετρίης 3. Γεωμετρικῶν [Bücherzahl ?] 4. Ἀριθμοί.
[II 91. 20 App.] VIII 1. Περὶ ἀλόγων γραμμῶν καὶ ναστῶν α̅β̅ 2. Ἐκπετάσματα (48) 3. Μέγας ἐνιαυτὸς ἢ Ἀστρονομίη, παράπηγμα 4. ἄμιλλα κλεψύδραι [?].
IX 1. Οὐρανογραφίη 2. Γεωγραφίη 3. Πολογραφίη 4. Ἀκτινογραφίη. τοσαῦτα καὶ Μαθηματικά.
Μουσικὰ δὲ τάδε˙
[II 91. 25 App.] X 1. Περὶ ῥυθμῶν καὶ ἁρμονίης 2. Περὶ ποιήσιος 3. Περὶ καλλοσύνης ἐπέων 4. Περὶ εὐφώνων καὶ δυσφώνων γραμμάτων.
XI 1. Περὶ Ὁμήρου ἢ Ὀρθοεπείης καὶ γλωσσέων2. Περὶ ἀοιδῆς 3. Περὶ ῥημάτων 4. Ὀνομαστικῶν [Bücherzahl?]. τοσαῦτα καὶ τὰ Μουσικά.
Τεχνικὰ δὲ τάδε˙
[II 92. 1 App.] XII 1. Πρόγνωσις 2. Περὶ διαίτης ἢ Διαιτητικόν 3. [ἢ] Ἰητρικὴ γνώμη 4. Αἰτίαι περὶ ἀκαιριῶν καὶ ἐπικαιριῶν.
XIII 1. Περὶ γεωργίης ἢ Γεωμετρικόν 2. Περὶ ζωγραφίης 3. Τακτικὸν καὶ [II 92. 5 App.] 4. Ὁπλομαχικόν. τοσαῦτα καὶ τάδε.
τάττουσι δέ τινες κατ' ἰδίαν ἐκ τῶν Ὑπομνημάτων καὶ ταῦτα [B 298 a - 299 h]˙
(49) 1. Περὶ τῶν ἐν Βαβυλῶνι ἱερῶν γραμμάτων 2. Περὶ τῶν ἐν Μερόηι 3. Ὠκεανοῦ περίπλους 4. Περὶ ἱστορίης 5. Χαλδαϊκὸς λόγος 6. Φρύγιος λόγος [II 92. 10 App.] 7. Περὶ πυρετοῦ καὶ τῶν ἀπὸ νόσου βησσόντων 8. Νομικὰ αἴτια 9. Χερνικὰ [?] ἢ προβλήματα.
τὰ δ' ἄλλα, ὅσα τινὲς ἀναφέρουσιν εἰς αὐτόν, τὰ μὲν ἐκ τῶν αὐτοῦ διεσκεύασται, τὰ δ' ὁμολογουμένως ἐστὶν ἀλλότρια. ταῦτα καὶ περὶ τῶν βιβλίων αὐτοῦ καὶ τοσαῦτα.
[II 92. 15] STIL
68 A 34. CIC. de orat. I 11, 49 si ornate locutus est, sicut et fertur et mihi videtur, physicus ille D., materies illa fuit physici de qua dixit, ornatus vero ipse verborum oratoris putandus est. CIC. orat. 20, 67 quicquid est enim, quod sub aurium mensuram aliquam cadat, etiamsi abest a versu (nam id quidem [II 92. 20] orationis est vitium), numerus vocatur, qui graece ῥυθμὸς dicitur. itaque video visum esse non nullis Platonis et Democriti locutionem etsi absit a versu, tamen quod incitatius feratur et clarissimis verborum luminibus utatur, potius poema putandum quam comicorum poëtarum. de divin. CIC. de div. II 64, 133. valde Heraclitus obscurus, minime D. DIONYS. de comp. verb. 24 im mittleren [II 92. 25] Stile ragen hervor φιλοσόφων δὲ κατ' ἐμὴν δόξαν Δ. τε καὶ Πλάτων καὶ Ἀριστοτέλης˙ τούτων γὰρ ἑτέρους εὑρεῖν ἀμήχανον ἄμεινον κεράσαντας τοὺς λόγους. Vgl. Timon A 1 (II 83, 5)
LEHRE
Vgl. durchweg Leukippos [c. 67] !
68 A 34 a. SIMPL. de caelo 294, 33 ὀλίγα δὲ ἐκ τῶν Ἀριστοτέλους Περὶ Δημοκρίτου [II 92. 30 App.] [s. II 93, 20]. DIOG. V 26 [Katal. der Arist. Schr. n. 124 Rose] Προβλήματα ἐκ τῶν Δημοκρίτου β̅. DIOG. V 49 [Katal. der Schr. des Theophrast] Περὶ Δημοκρίτου α̅. Ebenda DIOG. V 43 Περὶ τῆς Δημοκρίτου ἀστρολογίας α̅. DIOG. V 87 [Katal. der Schr. des Herakleides Pontikos] Περὶ ψυχῆς καὶ περὶ φύσεως καὶ περὶ εἰδώλων πρὸς Δημόκριτον. Ebenda DIOG. V 88 Πρὸς τὸν Δημόκριτον ἐξηγήσεις α̅. PHILOD. schol. [II 93. 1] Zenon. de lib. dic. VH1 V 2 fr. 20 [Usener Epic. p. 97, 10] ὡς ἔν τε τοῖς Πρὸς Δημόκριτον ἵσταται διὰ τέλους ὁ Ἐπίκουρος. DIOG. X 24 [Katal. der Schr. des Epikureers Metrodoros] Πρὸς Δημόκριτον Vgl. Kolotes zu B 1. 156. DIOG. VII 174 [Katal. des Kleanthes] Πρὸς Δημόκριτον. DIOG. VII 178 [Katal. des Sphairos] [II 93. 5 App.] Περὶ ἐλαχίστων, Πρὸς τὰς ἀτόμους καὶ τὰ εἴδωλα.
68 A 35. ARISTOT. de gen. et corr. A 2. 315 a 34 ὅλως δὲ παρὰ τὰ ἐπιπολῆς περὶ οὐδενὸς οὐδεὶς ἐπέστησεν ἔξω Δημοκρίτου. οὗτος δ' ἔοικε μὲν περὶ ἁπάντων φροντίσαι, ἤδη δὲ ἐν τῶι πῶς διαφέρει.
68 A 35 a. PLUT. de virt. mor. 7 p. 448 A αὐτός τε Ἀριστοτέλης Δημόκριτός [II 93. 10 App.] τε καὶ Χρύσιππος ἔνια τῶν πρόσθεν αὐτοῖς ἀρεσκόντων ἀθορύβως καὶ ἀδήκτως καὶ μεθ' ἡδονῆς ἀφεῖσαν.
68 A 36. ARISTOT. de partt. anim. A 1. 642 a 24 αἴτιον δὲ τοῦ μὴ ἐλθεῖν τοὺς προγενεστέρους ἐπὶ τὸν τρόπον τοῦτον [die wissenschaftliche Methode des Ar.], ὅτι τὸ τί ἦν εἶναι καὶ τὸ ὁρίσασθαι τὴν οὐσίαν οὐκ ἦν, ἀλλ' ἥψατο μὲν Δ. πρῶτος, [II 93. 15] ὡς οὐκ ἀναγκαίου δὲ τῆι φυσικῆι θεωρίαι, ἀλλ' ἐκφερόμενος ὑπ' αὐτοῦ τοῦ πράγματος˙ ἐπὶ Σωκράτους δὲ τοῦτο μὲν ηὐξήθη, τὸ δὲ ζητεῖν τὰ περὶ φύσεως ἔληξε. πρὸς δὲ τὴν χρήσιμον ἀρετὴν καὶ τὴν πολιτικὴν ἀπέκλιναν οἱ φιλοσοφοῦντες. ARISTOT. metaph. M 4. 1078 b 19 τῶν μὲν γὰρ φυσικῶν ἐπὶ μικρὸν Δ. ἥψατο μόνον καὶ ὡρίσατό πως τὸ θερμὸν καὶ τὸ ψυχρόν.
68 A 37. SIMPL. de caelo 294, 33 Heib. [II 93. 20] ὀλίγα δὲ ἐκ τῶν Ἀριστοτέλους Περὶ Δημοκρίτου [fr. 208 Rose] παραγραφέντα δηλώσει τὴν τῶν ἀνδρῶν ἐκείνων διάνοιαν. 'Δ. ἡγεῖται τὴν τῶν ἀιδίων φύσιν εἶναι μικρὰς οὐσίας πλῆθος ἀπείρους˙ ταύταις δὲ τόπον ἄλλον ὑποτίθησιν ἄπειρον τῶι μεγέθει. προσαγορεύει δὲ τὸν μὲν τόπον τοῖσδε τοῖς ὀνόμασι τῶι τε κενῶι καὶ τῶι οὐδενὶ καὶ τῶι ἀπείρωι, [II 93. 25 App.] τῶν δὲ οὐσιῶν ἑκάστην τῶι τε δενὶ καὶ τῶι ναστῶι καὶ τῶι ὄντι. νομίζει δὲ εἶναι οὕτω μικρὰς τὰς οὐσίας, ὥστε ἐκφυγεῖν τὰς ἡμετέρας αἰσθήσεις. ὑπάρχειν δὲ αὐταῖς παντοίας μορφὰς καὶ σχήματα παντοῖα καὶ κατὰ μέγεθος διαφοράς. ἐκ τούτων οὖν ἤδη καθάπερ ἐκ στοιχείων γεννᾶι καὶ συγκρίνει τοὺς ὀφθαλμοφανεῖς καὶ τοὺς αἰσθητοὺς ὄγκους. στασιάζειν δὲ καὶ φέρεσθαι ἐν τῶι κενῶι διά [II 93. 30 App.]τε τὴν ἀνομοιότητα καὶ τὰς ἄλλας εἰρημένας διαφοράς, φερομένας δὲ ἐμπίπτειν καὶ περιπλέκεσθαι περιπλοκὴν τοιαύτην, ἣ συμψαύειν μὲν αὐτὰ καὶ πλησίον ἀλλήλων εἶναι ποιεῖ, φύσιν μέντοι μίαν ἐξ ἐκείνων κατ' ἀλήθειαν οὐδ' ἡντιναοῦν γεννᾶι˙ κομιδῆι γὰρ εὔηθες εἶναι τὸ δύο ἢ τὰ πλείονα γενέσθαι ἄν ποτε ἕν. τοῦ δὲ συμμένειν τὰς οὐσίας μετ' ἀλλήλων μέχρι τινὸς αἰτιᾶται τὰς ἐπαλλαγὰς καὶ τὰς [II 93. 35 App.] ἀντιλήψεις τῶν σωμάτων˙ τὰ μὲν γὰρ αὐτῶν εἶναι σκαληνά, τὰ δὲ ἀγκιστρώδη, τὰ δὲ κοῖλα, τὰ δὲ κυρτά, τὰ δὲ ἄλλας ἀναρίθμους ἔχοντα διαφοράς˙ ἐπὶ τοσοῦτον οὖν χρόνον σφῶν αὐτῶν ἀντέχεσθαι νομίζει καὶ συμμένειν, ἕως ἰσχυροτέρα τις ἐκ τοῦ περιέχοντος ἀνάγκη παραγενομένη διασείσηι καὶ χωρὶς αὐτὰς διασπείρηι'. λέγει δὲ τὴν γένεσιν καὶ τὴν ἐναντίαν αὐτῆι διάκρισιν οὐ μόνον περὶ ζώιων, ἀλλὰ [II 93. 40] καὶ περὶ φυτῶν καὶ περὶ κόσμων καὶ συλλήβδην περὶ τῶν αἰσθητῶν σωμάτων [II 94. 1] ἁπάντων. εἰ τοίνυν ἡ μὲν γένεσις σύγκρισις τῶν ἀτόμων ἐστίν, ἡ δὲ φθορὰ διάκρισις, καὶ κατὰ Δημόκριτον ἀλλοίωσις ἂν εἴη ἡ γένεσις.
68 A 37 a. G ARISTOT. de gen. et corr. A 2. 316 a 14. Ἔχει γὰρ ἀπορίαν, εἴ τις θείη σῶμά τι εἶναι καὶ μέγεθος πάντῃ διαιρετόν, καὶ τοῦτο δυνατόν. Τί γὰρ ἔσται ὅπερ τὴν διαίρεσιν διαφεύγει; εἰ γὰρ πάντῃ διαιρετόν, καὶ τοῦτο δυνατόν, κἂν ἅμα εἴη τοῦτο πάντῃ διῃρημένον, καὶ εἰ μὴ ἅμα διῄρηται˙ κἂν εἰ τοῦτο γένοιτο, οὐδὲν ἂν εἴη ἀδύνατον.
Οὐκοῦν καὶ κατὰ τὸ μέσον ὡσαύτως, καὶ ὅλως δέ, εἰ πάντῃ πέφυκε διαιρετόν, ἂν διαιρεθῇ, οὐδὲν ἔσται ἀδύνατον γεγονός, ἐπεὶ οὐδ' ἂν εἰς μυρία μυριάκις διῃρημένα ᾖ, οὐδὲν ἀδύνατον˙ καίτοι ἴσως οὐδεὶς ἂν διέλοι. Ἐπεὶ τοίνυν πάντῃ τοιοῦτόν ἐστι τὸ σῶμα, διῃρήσθω.
Τί οὖν ἔσται λοιπόν; μέγεθος; οὐ γὰρ οἷόν τε˙ ἔσται γάρ τι οὐ διῃρημένον, ἦν δὲ πάντῃ διαιρετόν. Ἀλλὰ μὴν εἰ μηδὲν ἔσται σῶμα μηδὲ μέγεθος, διαίρεσις δ' ἔσται, ἢ ἐκ στιγμῶν ἔσται, καὶ ἀμεγέθη ἐξ ὧν σύγκειται, ἢ οὐδὲν παντάπασιν, ὥστε κἂν γίνοιτο ἐκ μηδενὸς κἂν εἴη συγκείμενον, καὶ τὸ πᾶν δὴ οὐδὲν ἄλλ' ἢ φαινόμενον.
Ὁμοίως δὲ κἂν ᾖ ἐκ στιγμῶν, οὐκ ἔσται ποσόν. Ὁπότε γὰρ ἥπτοντο καὶ ἓν ἦν μέγεθος καὶ ἅμα ἦσαν, οὐδὲν ἐποίουν μεῖζον τὸ πᾶν.
Διαιρεθέντος γὰρ εἰς δύο καὶ πλείω, οὐδὲν ἔλαττον οὐδὲ μεῖζον τὸ πᾶν τοῦ πρότερον, ὥστε κἂν πᾶσαι συντεθῶσιν, οὐδὲν ποιήσουσι μέγεθος.
Ἀλλὰ μὴν καὶ εἴ τι διαιρουμένου οἷον ἔκπρισμα γίνεται τοῦ σώματος, καὶ οὕτως ἐκ τοῦ μεγέθους σῶμά τι ἀπέρχεται, ὁ αὐτὸς λόγος, ἐκεῖνο πῶς διαιρετόν.
Εἰ δὲ μὴ σῶμα ἀλλ' εἶδός τι χωριστὸν ἢ πάθος ὃ ἀπῆλθεν, καὶ ἔστι τὸ μέγεθος στιγμαὶ ἢ ἁφαὶ τοδὶ παθοῦσαι, ἄτοπον ἐκ μὴ μεγεθῶν μέγεθος εἶναι.
Ἔτι δὲ ποῦ ἔσονται, καὶ ἀκίνητοι ἢ κινούμεναι αἱ στιγμαί; ἁφή τε ἀεὶ μία δυοῖν τινων, ὡς ὄντος τινὸς παρὰ τὴν ἁφὴν καὶ τὴν διαίρεσιν καὶ τὴν στιγμήν.
Εἰ δή τις θήσεται ὁτιοῦν ἢ ὁπηλικονοῦν σῶμα εἶναι πάντῃ διαιρετόν, πάντα ταῦτα συμβαίνει. Ἔτι ἐὰν διελὼν συνθῶ τὸ ξύλον ἤ τι ἄλλο, πάλιν ἴσον τε καὶ ἕν. Οὐκοῦν οὕτως ἔχει δηλονότι κἂν τέμω τὸ ξύλον καθ' ὁτιοῦν σημεῖον. Πάντῃ ἄρα διῄρηται δυνάμει. Τί οὖν ἔστι παρὰ τὴν διαίρεσιν; εἰ γὰρ καὶ ἔστι τι πάθος, ἀλλὰ πῶς εἰς ταῦτα διαλύεται καὶ γίνεται ἐκ τούτων; ἢ πῶς χωρίζεται ταῦτα; ὥστ' εἴπερ ἀδύνατον ἐξ ἁφῶν ἢ στιγμῶν εἶναι τὰ μεγέθη, ἀνάγκη εἶναι σώματα ἀδιαίρετα καὶ μεγέθη. Οὐ μὴν ἀλλὰ καὶ ταῦτα θεμένοις οὐχ ἧττον συμβαίνει ἀδύνατα. Ἔσκεπται δὲ περὶ αὐτῶν ἐν ἑτέροις. Ἀλλὰ ταῦτα πειρατέον λύειν˙ διὸ πάλιν ἐξ ἀρχῆς τὴν ἀπορίαν λεκτέον. Τὸ μὲν οὖν ἅπαν σῶμα αἰσθητὸν εἶναι διαιρετὸν καθ' ὁτιοῦν σημεῖον καὶ ἀδιαίρετον οὐδὲν ἄτοπον˙ τὸ μὲν γὰρ δυνάμει διαιρετόν, τὸ δ' ἐντελεχείᾳ ὑπάρξει. Τὸ δ' εἶναι ἅμα πάντῃ διαιρετὸν δυνάμει ἀδύνατον δόξειεν ἂν εἶναι. Εἰ γὰρ δυνατόν, κἂν γένοιτο, οὐχ ὥστε εἶναι ἅμα ἄμφω ἐντελεχείᾳ ἀδιαίρετον καὶ διῃρημένον, ἀλλὰ διῃρημένον καθ' ὁτιοῦν σημεῖον.
Οὐδὲν ἄρα ἔσται λοιπόν, καὶ ἀσώματον ἐφθαρμένον τὸ σῶμα, καὶ γίνοιτο δ' ἂν πάλιν ἤτοι ἐκ στιγμῶν ἢ ὅλως ἐξ οὐδενός. Καὶ τοῦτο πῶς δυνατόν; ἀλλὰ μὴν ὅτι γε διαιρεῖται εἰς χωριστὰ καὶ ἀεὶ εἰς ἐλάττω μεγέθη καὶ εἰς ἀπέχοντα καὶ κεχωρισμένα, φανερόν. Οὔτε δὴ κατὰ μέρος διαιροῦντι εἴη ἂν ἄπειρος ἡ θρύψις, οὔτε ἅμα οἷόν τε διαιρεθῆναι κατὰ πᾶν σημεῖον (οὐ γὰρ δυνατόν), ἀλλὰ μέχρι του. Ἀνάγκη ἄρα ἄτομα ἐνυπάρχειν μεγέθη ἀόρατα, ἄλλως τε καὶ εἴπερ ἔσται γένεσις καὶ φθορὰ ἡ μὲν διακρίσει ἡ δὲ συγκρίσει.
(317 a) Ὁ μὲν οὖν ἀναγκάζειν δοκῶν λόγος εἶναι μεγέθη ἄτομα οὗτός ἐστιν˙ ὅτι δὲ λανθάνει παραλογιζόμενος, καὶ ᾗ λανθάνει, λέγωμεν.
68 A 38. SIMPL. Phys. 28, 15 nach 67 A 8 [aus THEOPHR. Phys. Opin. fr. 8 wie A 39. 40, 2-4] παραπλησίως δὲ καὶ ὁ ἑταῖρος αὐτοῦ [Leukippos] Δ. ὁ [II 94. 5 App.] Ἀβδηρίτης ἀρχὰς ἔθετο τὸ πλῆρες καὶ τὸ κενόν, ὧν τὸ μὲν ὂν τὸ δὲ μὴ ὂν ἐκάλει˙ ὡς 〈γὰρ〉 ὕλην τοῖς οὖσι τὰς ἀτόμους ὑποτιθέντες τὰ λοιπὰ γεννῶσι ταῖς διαφοραῖς αὐτῶν. τρεῖς δέ εἰσιν αὗται, ῥυσμὸς τροπὴ διαθιγή, ταὐτὸν δὲ εἰπεῖν σχῆμα καὶ θέσις καὶ τάξις. πεφυκέναι γὰρ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου κινεῖσθαι καὶ φέρεσθαι τὰ συγγενῆ πρὸς ἄλληλα καὶ τῶν σχημάτων ἕκαστον εἰς ἑτέραν ἐγκοσμούμενον [II 94. 10] σύγκρισιν ἄλλην ποιεῖν διάθεσιν˙ ὥστε εὐλόγως ἀπείρων οὐσῶν τῶν ἀρχῶν πάντα τὰ πάθη καὶ τὰς οὐσίας ἀποδώσειν ἐπηγγέλλοντο, ὑφ' οὗ τέ τι γίνεται καὶ πῶς˙ διὸ καί φασι μόνοις τοῖς ἄπειρα ποιοῦσι τὰ στοιχεῖα πάντα συμβαίνειν κατὰ λόγον. καὶ τῶν ἐν ταῖς ἀτόμοις σχημάτων ἄπειρον τὸ πλῆθός φασι διὰ τὸ μηδὲν μᾶλλον τοιοῦτον ἢ τοιοῦτον εἶναι. ταύτην γὰρ αὐτοὶ τῆς ἀπειρίας [II 94. 15] αἰτίαν ἀποδιδόασι. ARISTOT. de gen. et corr. A 9. 327 a 16 ὁρῶμεν δὲ τὸ αὐτὸ σῶμα συνεχὲς ὂν ὁτὲ μὲν ὑγρὸν ὁτὲ δὲ πεπηγός, οὐ διαιρέσει καὶ συνθέσει τοῦτο παθὸν οὐδὲ τροπῆι καὶ διαθιγῆι, καθάπερ λέγει Δ.˙ οὔτε γὰρ μετατεθὲν οὔτε μεταβαλὸν τὴν φύσιν πεπηγὸς ἐξ ὑγροῦ γέγονεν.
68 A 39. [PLUTARCH.] Strom. 7 (D. 581) Δ. ὁ Ἀβδηρίτης ὑπεστήσατο τὸ πᾶν [II 94. 20 App.] ἄπειρον διὰ τὸ μηδαμῶς ὑπό τινος αὐτὸ δεδημιουργῆσθαι. ἔτι δὲ καὶ ἀμετάβλητον αὐτὸ λέγει καὶ καθόλου οἷον πᾶν ἐστιν ῥητῶς ἐκτίθεται˙ μηδεμίαν ἀρχὴν ἔχειν τὰς αἰτίας τῶν νῦν γιγνομένων, ἄνωθεν δ' ὅλως ἐξ ἀπείρου χρόνου προκατέχεσθαι τῆι ἀνάγκηι πάνθ' ἁπλῶς τὰ γεγονότα καὶ ἐόντα καὶ ἐσόμενα. ἡλίου δὲ καὶ σελήνης γένεσίν φησι. κατ' ἰδίαν φέρεσθαι ταῦτα μηδέπω τὸ παράπαν ἔχοντα [II 94. 25 App.] θερμὴν φύσιν, μηδὲ μὴν καθόλου λαμπροτάτην, τοὐναντίον δὲ ἐξωμοιωμένην τῆι περὶ τὴν γῆν φύσει˙ γεγονέναι γὰρ ἑκάτερον τούτων πρότερον ἔτι κατ' ἰδίαν ὑποβολήν τινα κόσμου, ὕστερον δὲ μεγεθοποιουμένου τοῦ περὶ τὸν ἥλιον κύκλου ἐναποληφθῆναι ἐν αὐτῶι τὸ πῦρ.
68 A 40. HIPPOLYT. Ref. I 13 p. 16, 24 (D. 565, W. 16) (1) Δ. δὲ Λευκίππου γίνεται [II 94. 30] γνώριμος. Δ. Δαμασίππου Ἀβδηρίτης πολλοῖς συμβαλὼν γυμνοσοφισταῖς ἐν Ἰνδοῖς καὶ ἱερεῦσιν ἐν Αἰγύπτωι καὶ ἀστρολόγοις καὶ ἐν Βαβυλῶνι μάγοις.
(2) λέγει δὲ ὁμοίως Λευκίππωι περὶ στοιχείων, πλήρους καὶ κενοῦ [67 A 6], τὸ μὲν πλῆρες λέγων ὄν, τὸ δὲ κενὸν οὐκ ὄν˙ ἔλεγε δὲ ὡς ἀεὶ κινουμένων τῶν ὄντων ἐν τῶι κενῶι˙ ἀπείρους δὲ εἶναι κόσμους καὶ μεγέθει διαφέροντας. ἐν τισὶ δὲ μὴ εἶναι [II 94. 35 App.] ἥλιον μηδὲ σελήνην, ἐν τισὶ δὲ μείζω τῶν παρ' ἡμῖν καὶ ἐν τισὶ πλείω. (3) εἶναι δὲ τῶν κόσμων ἄνισα τὰ διαστήματα καὶ τῆι μὲν πλείους, τῆι δὲ ἐλάττους καὶ τοὺς μὲν αὔξεσθαι, τοὺς δὲ ἀκμάζειν, τοὺς δὲ φθίνειν, καὶ τῆι μὲν γίνεσθαι, τῆι δ' ἐκλείπειν. φθείρεσθαι δὲ αὐτοὺς ὑπ' ἀλλήλων προσπίπτοντας. εἶναι δὲ ἐνίους κόσμους ἐρήμους ζώιων καὶ φυτῶν καὶ παντὸς ὑγροῦ. (4) τοῦ δὲ παρ' ἡμῖν κόσμου [II 94. 40] πρότερον τὴν γῆν τῶν ἄστρων γενέσθαι, εἶναι δὲ τὴν μὲν σελήνην κάτω, ἔπειτα τὸν ἥλιον, εἶτα τοὺς ἀπλανεῖς ἀστέρας. τοὺς δὲ πλανήτας οὐδ' αὐτοὺς ἔχειν ἴσον ὕψος. ἀκμάζειν δὲ κόσμον, ἕως ἂν μηκέτι δύνηται ἔξωθέν τι προσλαμβάνειν. οὗτος ἐγέλα πάντα, ὡς γέλωτος ἀξίων πάντων τῶν ἐν ἀνθρώποις.
68 A 41. G ARISTOT. Phys. Γ 4. 203 a 16 οἱ δὲ περὶ φύσεως πάντες [ἀεὶ] ὑποτιθέασιν ἑτέραν τινὰ φύσιν τῷ ἀπείρῳ τῶν λεγομένων στοιχείων, οἷον ὕδωρ ἢ ἀέρα ἢ τὸ μεταξὺ τούτων. τῶν δὲ πεπερασμένα ποιούντων στοιχεῖα οὐθεὶς ἄπειρα ποιεῖ˙ ὅσοι δ' ἄπειρα ποιοῦσι τὰ στοιχεῖα, καθάπερ Ἀναξαγόρας καὶ Δημόκριτος, ὁ μὲν ἐκ τῶν ὁμοιομερῶν, ὁ δ' ἐκ τῆς πανσπερμίας τῶν σχημάτων, τῇ ἁφῇ συνεχὲς τὸ ἄπειρον εἶναι φασίν˙ καὶ ὁ μὲν ὁτιοῦν τῶν μορίων εἶναι μίγμα ὁμοίως τῷ παντὶ διὰ τὸ ὁρᾶν ὁτιοῦν ἐξ ὁτουοῦν γιγνόμενον˙ ἐντεῦθεν γὰρ ἔοικε καὶ ὁμοῦ ποτὲ πάντα χρήματα φάναι εἶναι ... / ARISTOT. Phys. Γ 4. 203 a 33 [II 95. 1 App.] Δ. δ' οὐδὲν ἕτερον ἐξ ἑτέρου γίγνεσθαι τῶν πρώτων φησίν˙ ἀλλ' ὅμως γε αὐτῷ τὸ κοινὸν σῶμα πάντων ἐστὶν ἀρχή. μεγέθει κατὰ μόρια καὶ σχήματι διαφέρον.