SUBSCRIBER:


past masters commons

Annotation Guide:

cover
The Presocratic Writings
cover
Presocratic Writings - Greek
The Presocratic Writings - Original Greek Texts
Xenophanes of Colophôn
Xenophanes of Colophôn - C: Imitation

Xenophanes of Colophôn - C: Imitation

C. IMITATION [I 139. 1]
21 C 1. EURIP. Herc. 1341 [vgl. B 11. 12. A 32 I 122, 23f.].
ἐγὼ δὲ τοὺς θεοὺς οὔτε λέκτρ' ἃ μὴ θέμις
στέργειν νομίζω, δεσμά τ' ἐξάπτειν χεροῖν
[I 139. 5 App.] οὔτ' ἠξίωσα πώποτ' οὔτε πείσομαι,
οὐδ' ἄλλον ἄλλου δεσπότην πεφυκέναι.
δεῖται γὰρ ὁ θεός, εἴπερ ἔστ' ὀρθῶς θεός,
οὐδενός: ἀοιδῶν οἵδε δύστηνοι λόγοι.

21 C 2. ATHEN. X 413 C Εὐριπίδης ἐν τῶι πρώτωι Αὐτολύκωι λέγει [fr. 282 N.]
[I 139. 10] κακῶν γὰρ ὄντων μυρίων καθ' Ἑλλάδα
οὐδὲν κάκιόν ἐστιν ἀθλητῶν γένους˙
οἳ πρῶτα μὲν ζῆν οὔτε μανθάνουσιν εὖ
οὔτ' ἂν δύναιντο˙ πῶς γὰρ, ὅστις ἔστ' ἀνὴρ
γνάθου τε δοῦλος νηδύος θ' ἡσσημένος,
[I 139. 15] κτήσαιτ' ἂν ὄλβον εἰς ὑπερβολὴν πατρός; ...
ἐμεμψάμην δὲ καὶ τὸν Ἑλλήνων νόμον,
οἳ τῶνδ' ἕκατι σύλλογον ποιούμενοι
τιμῶσ' ἀχρείους ἡδονὰς δαιτὸς χάριν.
τί γὰρ παλαίσας εὖ, τί δ' ὠκύπους ἀνὴρ
[I 139. 20 App.] ἢ δίσκον ἄρας ἢ γνάθον παίσας καλῶς
πόλει πατρώιαι στέφανον ἤρκεσεν λαβών;
πότερα μαχοῦνται πολεμίοισιν ἐν χεροῖν
δίσκους ἔχοντες ἢ δι' ἀσπίδων χερὶ
θείνοντες ἐκβαλοῦσι πολεμίους πάτρας;
[I 139. 25 App.] οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας [στάς].
〈ἀλλ'〉 ἄνδρας 〈οἷμαι〉 χρὴ σοφούς τε κἀγαθοὺς
φύλλοις στέφεσθαι χὤστις ἡγεῖται πόλει
κάλλιστα σώφρων καὶ δίκαιος ὢν ἀνήρ,
ὅστις τε μύθοις ἔργ' ἀπαλλάσσει κακὰ
[I 139. 30] μάχας τ' ἀφαιρῶν καὶ στάσεις. τοιαῦτα γὰρ
πόλει τε πάσῃ πᾶσί θ' Ἕλλησιν καλά.
ταῦτ' εἴληφεν ὁ Εὐριπίδης ἐκ τῶν τοῦ Κολοφωνίου ἐλεγείων Ξενοφάνους οὕτως εἰρηκότος˙ 'ἀλλ' ... πόλεως' [B 2].